Book 5
15
ἐμὲ δέ, ὦ Μένιππε, καὶ μῦθον περὶ τῆς Αἰσώπου σοφίας ἐδιδάξατο ἡ μήτηρ κομιδῇ νήπιον, ὡς εἴη μέν ποτε ποιμὴν ὁ Αἴσωπος, νέμοι δὲ πρὸς ἱερῷ Ἑρμοῦ, σοφίας δὲ ἐρῴη καὶ εὔχοιτο αὐτῷ ὑπὲρ τούτου, πολλοὶ δὲ καὶ ἕτεροι ταὐτὸν αἰτοῦντες ἐπιφοιτῷεν τῷ Ἑρμῇ ὁ μὲν χρυσόν, ὁ δʼ ἄργυρον, ὁ δὲ κηρύκειον ἐλεφάντινον, ὁ δὲ τῶν οὕτω τι λαμπρῶν ἀνάπτων, ὁ δʼ Αἴσωπος ἔχοι μὲν οὕτως, ὡς μηδὲν τῷν τοιούτων ἔχειν, φείδοιτο δὲ καὶ ὧν εἶχε, γάλακτος δὲ αὐτῷ σπένδοι, ὅσον ὄις ἀμελχθεῖσα ἐδίδου καὶ κηρίον ἐπὶ τὸν βωμὸν φέροι, ὅσον τὴν χεῖρα ἐμπλῆσαι, ἑστιᾶν δʼ αὐτὸν καὶ μύρτοις ᾤετο καὶ παραθεὶς ἂν τῶν ῥόδων ἢ τῶν ἴων κομιδῇ ὀλίγα. τί γὰρ δεῖ, ὦ Ἑρμῆ, ἔλεγε στεφάνους πλέκειν καὶ ἀμελεῖν τῶν προβάτων; ὡς δὲ ἀφίκοντο ἐς ῥητὴν ἡμέραν ἐπὶ τὴν τῆς σοφίας διανομήν, ὁ μὲν Ἑρμῆς ἅτε λόγιος καὶ κερδῷος σὺ μὲν ἔφη φιλοσοφίαν ἔχε, τῷ πλεῖστα δήπουθεν ἀναθέντι σὺ δὲ ἐς ῥητόρων ἤθη χώρει, τῷ δεύτερά που χαρισαμένῳ, σοὶ δὲ ἀστρονομεῖν χώρα, σοὶ δὲ εἶναι μουσικῷ, σοὶ δὲ ἡρῴου ποιητῇ μέτρου, σοὶ δὲ ἰαμβείου. ἐπεὶ δὲ καίτοι λογιώτατος ὢν κατανάλωσεν ἄκων ἅπαντα τὰ τῆς φιλοσοφίας μέρη καὶ ἔλαθεν ἑαυτὸν ἐκπεσὼν τοῦ Αἰσώπου, ἐνθυμεῖται τὰς Ὥρας, ὑφʼ ὧν αὐτὸς ἐν κορυφαῖς τοῦ Ὀλύμπου ἐτράφη, ὡς ἐν σπαργάνοις ποτὲ αὐτῷ ὄντι μῦθον διελθοῦσαι περὶ τῆς βοός, ὃν διελέχθη τῷ ἀνθρώπῳ ἡ βοῦς ὑπὲρ ἑαυτῆς τε καὶ τῆς γῆς, ἐς ἔρωτα αὐτὸν τῶν τοῦ Ἀπόλλωνος βοῶν κατέστησαν, καὶ δίδωσιν ἐντεῦθεν τὴν μυθολογίαν τῷ Αἰσώπῳ, λοιπὴν ἐν σοφίας οἴκῳ οὖσαν ἔχε, εἰπὼν ἃ πρῶτα ἔμαθον. αἱ μὲν δὴ πολλαὶ μορφαὶ τῆς τέχνης ἐνθένδε ἀφίκοντο τῷ Αἰσώπῳ, καὶ τοιόνδε ἀπέβη τὸ τῆς μυθολογίας πρᾶγμα. ἴσως δʼ ἀνόητον ἔπαθον·