Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 6

1 Αἰθιοπία δὲ τῆς μὲν ὑπὸ ἡλίῳ πάσης ἐπέχει τὸ ἑσπέριον κέρας, ὥσπερ Ἰνδοὶ τὸ πρὸς ἕω, κατὰ Μερόην δʼ Αἰγύπτῳ ξυνάπτουσα καί τι τῆς ἀμαρτύρου Λιβύης ἐπελθοῦσα τελευτᾷ ἐς θάλατταν, ἣν Ὠκεανὸν οἱ ποιηταὶ καλοῦσι, τὸ περὶ γῆν ἅπαν ὧδε ἐπονομάζοντες. ποταμὸν δὲ Νεῖλον Αἰγύπτῳ δίδωσιν, ὃς ἐκ Καταδούπων ἀρχόμενος, ἣν ἐπικλύζει πᾶσαν Αἴγυπτον ἀπʼ Αἰθιόπων ἄγει. μέγεθος μὲν οὖν οὐκ ἀξία παραβεβλῆσθαι πρὸς Ἰνδοὺς ἥδε ἡ χώρα, ὅτι μηδʼ ἄλλη μηδεμία, ὁπόσαι κατʼ ἀνθρώπους ὀνομασταὶ ἤπειροι, εἰ δὲ καὶ πᾶσαν Αἴγυπτον Αἰθιοπίᾳ ξυμβάλοιμεν, τουτὶ δὲ ἡγώμεθα καὶ τὸν ποταμὸν πράττειν, οὔπω ξύμμετροι πρὸς τὴν Ἰνδῶν ἄμφω, τοσαύτῃ ξυντεθείσα, ποταμοὶ δὲ ἀμφοῖν ὅμοιοι λογισαμένῳ τὰ Ἰνδοῦ τε καὶ Νείλου· ἐπιρραίνουσί τε γὰρ τὰς ἠπείρους ἐν ὥρᾳ ἔτους, ὁπότε ἡ γῆ ἐρᾷ τούτου, ποταμῶν τε παρέχονται μόνοι τὸν κροκόδειλον καὶ τὸν ἵππον, λόγοι τε ὀργίων ἐπʼ αὐτοῖς ἴσοι, πολλὰ γὰρ τῶν Ἰνδῶν καὶ Νείλῳ ἐπιθειάζεται. τὴν δὲ ὁμοιότητα τῶν ἠπείρων πιστούσθων μὲν καὶ τὰ ἐν αὐταῖς ἀρώματα, πιστούσθων δὲ καὶ οἱ λέοντες καὶ ὁ ἐλέφας ἐν ἑκατέρᾳ ἁλισκόμενός τε καὶ δουλεύων. βόσκουσι δὲ καὶ θηρία, οἷα οὐχ ἑτέρωθι, καὶ ἀνθρώπους μέλανας, ὃ μὴ ἄλλαι ἤπειροι, Πυγμαίων τε ἐν αὐταῖς ἔθνη καὶ ὑλακτούντων ἄλλο ἄλλῃ καὶ ὧδε θαυμαστά. γρῦπες δὲ Ἰνδῶν καὶ μύρμηκες Αἰθιόπων εἰ καὶ ἀνόμοιοι τὴν ἰδέαν εἰσίν, ἀλλʼ ὅμοιά γε, ὥς φασι, βούλονται, χρυσοῦ γὰρ φύλακες ἐν ἑκατέρᾳ ᾅδονται τὸ χρυσόγεων τῶν ἠπείρων ἀσπαζόμενοι. ἀλλὰ μὴ πλείω ὑπὲρ τούτων, ὁ δὲ λόγος ἐς τὸ ἑαυτοῦ ἴτω καὶ ἐχώμεθα τοῦ ἀνδρός.
1 / 34 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme