Book 6
12
ἀναπνεῦσαι ὁ Δάμις ἑαυτόν φησιν, ἐπειδὴ ταῦτα ἤκουσεν· ὑπὸ γὰρ τῶν τοῦ Ἀπολλωνίου λόγων οὕτω διατεθῆναι τοὺς Αἰγυπτίους, ὡς τὸν Θεσπεσίωνα μὲν καίτοι μέλανα ὄντα κατάδηλον εἶναι, ὅτι ἐρυθριῴη, φαίνεσθαι δέ τινα καὶ περὶ τοὺς λοιποὺς ἔκπληξιν ἐφʼ οἷς ἐρρωμένως τε καὶ ξὺν εὐροίᾳ διαλεγομένου ἤκουσαν, τὸν νεώτατον δὲ τῶν Αἰγυπτίων, ᾧ ὄνομα ἦν Νεῖλος, καὶ ἀναπηδῆσαί φησιν ὑπὸ θαύματος μεταστάντα τε πρὸς τὸν Ἀπολλώνιον ξυμβαλεῖν τε αὐτῷ τὴν χεῖρα καὶ δεῖσθαι αὐτοῦ τὰς ξυνουσίας, αἳ ἐγένοντο αὐτῷ πρὸς τοὺς Ἰνδούς, φράζειν. τὸν δὲ Ἀπολλώνιον σοὶ μὲν οὐδενὸς ἂν φάναι, βασκήναιμι ἐγὼ λόγου φιληκόῳ τε, ὡς ὁρῶ, τυγχάνοντι καὶ σοφίαν ἀσπαζομένῳ πᾶσαν, Θεσπεσίωνι δὲ καὶ εἴ τις ἕτερος λῆρον τὰ Ἰνδῶν ἡγεῖται, μὴ ἂν ἐπαντλῆσαι τοὺς ἐκεῖθεν λόγους· ὅθεν ὁ Θεσπεσίων εἰ δὲ ἔμπορος εἶπεν ἢ ναύκληρος ἦσθα καί τινα ἡμῖν ἀπῆγες ἐκεῖθεν φόρτον, ἆρα ἂν ἠξίους, ἐπειδὴ ἀπʼ Ἰνδῶν οὗτος, ἀδοκίμαστον αὐτὸν διατίθεσθαι καὶ μήτε γεῦμα παρέχειν αὐτοῦ μήτε δεῖγμα; ὑπολαβὼν δὲ ὁ Ἀπολλώνιος παρειχόμην ἂν εἶπε τοῖς γε χρῄζουσιν, εἰ δʼ ἥκων τις ἐπὶ τὴν θάλατταν καταπεπλευκυίας ἄρτι τῆς νεὼς ἐλοιδορεῖτο τῷ φόρτῳ καὶ διέβαλλε μὲν αὐτὸν ὡς ἥκοντα ἐκ γῆς, ἣ μηδὲν ὑγιὲς φέρει, ἐμοὶ δὲ ἐπέπληττεν ὡς οὐχ ὑπὲρ σπουδαίων ἀγωγίμων πλεύσαντι τούς τε ἄλλους ἔπειθεν οὕτω φρονεῖν, ἆρʼ ἄν σοι δοκεῖ τις καταπλεύσας ἐς τοιόνδε λιμένα βαλέσθαι τινὰ ἄγκυραν ἢ πεῖσμα, ἀλλʼ οὐχὶ μᾶλλον ἀνασείσας τὰ ἱστία μετεωρίσαι ἂν τὴν ναῦν ἐς τὸ πέλαγος ἀνέμοις ἐπιτρέψας τὰ ἑαυτοῦ ἥδιόν γε ἢ ἀκρίτοις τε καὶ ἀξένοις ἤθεσιν; ἀλλʼ ἐγὼ ἔφη ὁ Νεῖλος λαμβάνομαι τῶν πεισμάτων καὶ ἀντιβολῶ σε, ναύκληρε, κοινωνῆσαί μοι τῆς ἐμπορίας, ἣν ἄγεις, καὶ ξυνεμβαίην ἄν σοι τὴν ναῦν περίνεώς τε καὶ μνήμων τοῦ σοῦ φόρτου.