Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 6

13 διαπαῦσαι δὲ ὁ Θεσπεσίων ʽζητῶνʼ τὰ τοιαῦτα χαίρω ἔφη Ἀπολλώνιε, ὅτι ἄχθῃ ὑπὲρ ὧν ἤκουσας· καὶ γὰρ ἂν καὶ ἡμῖν ξυγγιγνώσκοις ἀχθομένοις ὑπὲρ ὧν διέβαλες τὴν δεῦρο σοφίαν, οὐδὲ ἐς πεῖράν πω αὐτῆς ἀφιγμένος. ὁ δʼ ἐκπλαγεὶς μὲν ὑπὸ τοῦ λόγου πρὸς βραχὺ τῷ μηδʼ ἀκηκοέναι πω τὰ περὶ τὸν Θρασύβουλόν τε καὶ τὸν Εὐφράτην, ξυμβαλὼν δʼ, ὥσπερ εἰώθει, τὸ γεγονὸς Ἰνδοὶ δέ, εἶπεν ὦ Θεσπεσίων, οὐκ ἂν τοῦτο ἔπαθον, οὐδʼ ἂν προσέσχον Εὐφράτῃ καθιέντι ταῦτα, σοφοὶ γὰρ προγιγνώσκειν. ἐγὼ δὲ ἴδιον μὲν ἐμαυτοῦ πρὸς Εὐφράτην διηνέχθην οὐδέν, χρημάτων δὲ ἀπάγων αὐτὸν καὶ τοῦ μὴ ἐπαινεῖν τὸ ἐξ ἅπαντος κέρδος οὔτʼ ἐπιτήδεια ξυμβουλεύειν ἔδοξα οὔτε ἐκείνῳ δυνατά, καὶ ἔλεγχον δὲ ἡγεῖται ταῦτα καὶ οὐκ ἀνίησιν ἀεί τι κατʼ ἐμοῦ ξυντιθείς. ἐπεὶ δὲ πιθανὸς ὑμῖν ἔδοξε τοὐμὸν διαβάλλειν ἦθος, ἐνθυμεῖσθε, ὡς προτέρους ὑμᾶς ἐμοῦ διέβαλεν· ἐμοὶ γὰρ κίνδυνοι μὲν καὶ περὶ τὸν διαβεβλησόμενον οὐ σμικροὶ φαίνονται, μισήσεται γάρ που ἀδικῶν οὐδέν, ἐλεύθεροι δὲ κινδύνων οὐδʼ οἱ τῶν διαβολῶν ἀκροασόμενοι δοκοῦσιν, εἰ πρῶτον μὲν ἁλώσονται ψευδολογίαν τιμῶντες καὶ ἀξιοῦντες αὐτὴν ὧνπερ τὴν ἀλήθειαν, εἶτα κουφότητα καὶ εὐαγωγίαν — ἡττᾶσθαι δὲ τούτων καὶ μειρακίῳ αἰσχρόν — φθονεροί τε δόξουσι διδάσκαλον ἀκοῆς ἀδίκου ποιούμενοι τὸν φθόνον, αὐτοί τε μᾶλλον ἔνοχοι ταῖς διαβολαῖς, ἃς ἐφʼ ἑτέρων ἀληθεῖς ἡγοῦνται, αἱ γὰρ τῶν ἀνθρώπων φύσεις ἑτοιμότεραι δρᾶν, ἃ μὴ ἀπιστοῦσι. μὴ τυραννεύσειεν ἀνὴρ ἕτοιμος ταῦτα, μηδὲ προσταίη δήμου, τυραννὶς γὰρ καὶ ἡ δημοκρατία ὑπʼ αὐτοῦ ἔσται, μηδὲ δικάσειεν, ὑπὲρ μηδενὸς γὰρ γνώσεται, μηδὲ ναυκληρήσειεν, ἡ γὰρ ναῦς στασιάσει, μηδὲ ἄρξειε στρατοῦ, τὸ γὰρ ἀντίξοον εὖ πράξει, μηδὲ φιλοσοφήσειεν οὕτως ἔχων, οὐ γὰρ πρὸς τἀληθὲς δοξάσει. ὑμᾶς δὲ Εὐφράτης ἀφῄρηται καὶ τὸ σοφοὺς εἶναι, οὓς γὰρ ψεύδει ὑπηγάγετο, πῶς ἂν οὗτοι σοφίας αὑτοὺς ἀξιώσειαν, ἧς ἀπέστησαν τῷ τὰ μὴ πιθανὰ πείσαντι; διαπραΰνων δʼ αὐτὸν ὁ Θεσπεσίων ἅλις Εὐφράτου ἔφη καὶ μικροψύχων λόγων, καὶ γὰρ ἂν καὶ διαλλακταὶ γενοίμεθά σοι τε κἀκείνῳ, σοφὸν ἡγούμενοι καὶ τὸ διαιτᾶν σοφοῖς. πρὸς δὲ ὑμᾶς, εἶπε τίς διαλλάξει με; χρὴ γάρ που καταψευσθέντα ἐκπεπολεμῶσθαι ὑπὲρ τοῦ ψεύδους. ἐχέτω οὕτως ἦ δʼ ὁ Ἀπολλώνιος καὶ σπουδῆς ἁπτώμεθα, τουτὶ γὰρ ἡμᾶς διαλλάξει μᾶλλον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme