Book 6
14
ἐρῶν δὲ ὁ Νεῖλος τῆς ἀκροάσεως τοῦ ἀνδρὸς καὶ μὴν σὲ ἔφη προσήκει ἄρξαι τοῦ σπουδάσαι, διελθόντα ἡμῖν τήν τε ἀποδημίαν τὴν γενομένην σοι ἐς τὸ Ἰνδῶν ἔθνος τάς τε ἐκεῖ σπουδάς, ἃς ὑπὲρ λαμπρῶν δήπου ἐποιεῖσθε. ἐγὼ δὲ ἔφη ὁ Θεσπεσίων καὶ περὶ τῆς Φραώτου σοφίας ἀκοῦσαι ποθῶ, λέγεσθε γὰρ καὶ τῶν ἐκείνου λόγων ἀγάλματα ἀπὸ Ἰνδῶν ἄγειν. ὁ μὲν δὴ Ἀπολλώνιος ἀρχὴν τοῦ λόγου τὰ ἐν Βαβυλῶνι ποιησάμενος διῄει πάντα, οἱ δὲ ἄσμενοι ἠκροῶντο ὑποκείμενοι τῷ λόγῳ. μεσημβρία δʼ ὡς ἐγένετο, διέλυσαν τὴν σπουδήν, τὸν γὰρ καιρὸν τοῦτον καὶ οἱ Γυμνοὶ πρὸς ἱεροῖς γίγνονται.
15
δειπνοῦντι δὲ τῷ Ἀπολλωνίῳ καὶ τοῖς ἀμφʼ αὐτὸν ὁ Νεῖλος ἐφίσταται λαχάνοις ἅμα καὶ ἄρτοις καὶ τραγήμασι, τὰ μὲν αὐτὸς φέρων, τὰ δὲ ἕτεροι, καὶ μάλα ἀστείως οἱ σοφοὶ ἔφη ξένια πέμπουσιν ὑμῖν τε κἀμοὶ ταῦτα, κἀγὼ γὰρ ξυσσιτήσω ὑμῖν οὐκ ἄκλητος, ὥς φασιν, ἀλλʼ ἐμαυτὸν καλῶν. ἡδὺ εἶπεν ὁ Ἀπολλώνιος ἀπάγεις, ὦ νεανία, ξένιον, σεαυτόν τε καὶ τὸ σεαυτοῦ ἦθος, ὃς ἀδόλως μὲν φιλοσοφοῦντι ἔοικας, ἀσπαζομένῳ δὲ τὰ Ἰνδῶν τε καὶ Πυθαγόρου. κατακλίνου δὴ ἐνταῦθα καὶ ξυσσίτει. κατάκειμαι, ἔφη σιτία δὲ οὐκ ἔσται σοι τοσαῦτα, ὡς ἐμπλῆσαί με. ἔοικας εἶπεν εὔσιτος εἶναι καὶ δεινὸς φαγεῖν. δεινότατος μὲν οὖν, ἔφη ὃς γὰρ τοσαύτην καὶ οὕτω λαμπρὰν δαῖτά σου παραθέντος οὔπω ἐμπέπλησμαι, διαλιπὼν δὲ ὀλίγον πάλιν ἐπισιτιούμενος ἥκω, τί φήσεις ἀλλʼ ἢ ἀκόρεστόν τε εἶναί με καὶ δεινῶς γάστριν; ἐμπίπλασο, εἶπεν ἀφορμαὶ δʼ, ὁπόσαι λόγων, τὰς μὲν αὐτὸς παραδίδου, τὰς δὲ ἐγὼ δώσω.