Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 6

20 μετὰ ταῦτα ὁ Θεσπεσίων ὥσπερ μεθιστάμενος τουτουὶ τοῦ λόγου ἤρετο τὸν Ἀπολλώνιον περὶ τῆς Λακωνικῆς μάστιγος καὶ εἰ δημοσίᾳ οἱ Λακεδαιμόνιοι παίονται· τὰς ἐξ ἀνθρώπων γε, εἶπεν ὦ Θεσπεσίων, αὐτοὶ μάλιστα οἱ ἐλευθέριοι τε καὶ εὐδόκιμοι. τοὺς δὲ οἰκέτας ἀδικοῦντας τί ἔφη ἐργάζονται; οὐκέτʼ ἀποκτείνουσιν, εἶπεν ὡς ξυνεχώρει ποτὲ ὁ Λυκοῦργος, ἀλλʼ ἡ αὐτὴ καὶ ἐπʼ ἐκείνους μάστιξ. ἡ δὲ Ἑλλὰς πῶς ἔφη περὶ αὐτῶν γιγνώσκει; ξυνίασιν, εἶπεν ὥσπερ ἐς τὰ Ὑακίνθια καὶ τὰς Γυμνοπαιδιάς, θεασόμενοι ξὺν ἡδονῇ τε καὶ ὁρμῇ πάσῃ. εἶτʼ οὐκ αἰσχύνονται ἔφη οἱ χρηστοὶ Ἕλληνες ἢ τοὺς αὑτῶν ποτε ἄρξαντας ὁρῶντες μαστιγουμένους ἐς τὸ κοινόν, ἢ ἀρχθέντες ὑπʼ ἀνθρώπων, οἳ μαστιγοῦνται δημοσίᾳ; σὺ δὲ πῶς οὐ διωρθώσω ταῦτα; φασὶ γάρ σε καὶ Λακεδαιμονίων ἐπιμεληθῆναι. ἅ γε εἶπε δυνατὸν διορθοῦσθαι, ξυνεβούλευον μὲν ἐγώ, προθύμως δʼ ἐκεῖνοι ἔπραττον, ἐλευθεριώτατοι μὲν γὰρ τῶν Ἑλλήνων εἰσί, μόνοι δʼ ὑπήκοοι τοῦ εὖ ξυμβουλεύοντος, τὸ δὲ τῶν μαστίγων ἔθος τῇ Ἀρτέμιδι τῇ ἀπὸ Σκυθῶν δρᾶται χρησμῶν, φασιν, ἐξηγουμένων ταῦτα· θεοῖς δʼ ἀντινομεῖν μανία, οἶμαι. οὐ σοφούς, Ἀπολλώνιε, ἔφη τοὺς τῶν Ἑλλήνων θεοὺς εἴρηκας, εἰ μαστίγων ἐγίγνοντο ξύμβουλοι τοῖς τὴν ἐλευθερίαν ἀσκοῦσιν. οὐ μαστίγων, εἶπεν ἀλλὰ τοῦ αἵματι ἀνθρώπων τὸν βωμὸν ῥαίνειν, ἐπειδὴ καὶ παρὰ Σκύθαις τούτων ἠξιοῦτο, σοφισάμενοι δὲ οἱ Λακεδαιμόνιοι τὸ ἀπαραίτητον τῆς θυσίας ἐπὶ τὸν τῆς καρτερίας ἀγῶνα ἥκουσιν, ἀφʼ ἧς ἐστι μήτε ἀποθνήσκειν καὶ ἀπάρχεσθαι τῇ θεῷ τοῦ σφῶν αἵματος. διὰ τί οὖν ἔφη τοὺς ξένους οὐ καταθύουσι τῇ Ἀρτέμιδι, καθάπερ ἐδικαίουν ποτὲ οἱ Σκύθαι; ὅτι εἶπεν οὐδενὶ Ἑλλήνων πρὸς τρόπου βάρβαρα ἐξασκεῖν ἤθη. καὶ μὴν καὶ φιλανθρωπότεροι ἐδόκουν ἂν ἕνα που καὶ δύο θύοντες ἢ ξενηλασίᾳ χρώμενοι ἐς πάντας. μὴ καθαπτώμεθα, εἶπεν ὦ Θεσπεσίων, τοῦ Λυκούργου, χρὴ γὰρ ξυνιέναι τοῦ ἀνδρὸς καὶ ὅτι τὸ μὴ ἐνδιατρίβειν ἐᾶν τοὺς ξένους οὐκ ἀμιξίας αὐτῷ νοῦν εἶχεν, ἀλλὰ τοῦ ὑγιαίνειν τὰς ἐπιτηδεύσεις μὴ ἐνομιλούντων τῇ Σπάρτῃ τῶν ἔξωθεν. ἐγὼ δὲ ἄνδρας ἔφη Σπαρτιάτας ἡγούμην ἄν, οἷοι δοκεῖν ἀξιοῦσιν, εἰ συνδιαιτώμενοι τοῖς ξένοις μὴ μεθίσταντο τῶν οἴκοι, οὐ γὰρ τῷ ἀπόντων, ἀλλὰ καὶ τῷ παρόντων ὁμοίους ὁρᾶσθαι ἔδει, οἶμαι, τὰς ἀρετὰς κτᾶσθαι. οἱ δὲ καίτοι ξενηλασίαις χρώμενοι διεφθάρησαν τὰς ἐπιτηδεύσεις καὶ οἷς μάλιστα τῶν Ἑλλήνων ἀπήχθοντο, τούτοις ὅμοια πράττειν ἔδοξαν. τὰ γοῦν περὶ τὴν θάλατταν καὶ αἱ μετὰ ταῦτα ἐπιτάξεις τῶν φόρων ἀττικώτερον αὐτοῖς ἐβουλεύθη, καὶ ὑπὲρ ὧν πολεμητέα πρὸς Ἀθηναίους ᾤοντο αὐτοῖς εἶναι, ταῦτʼ ἐς τὸ καὶ αὐτοὶ δρᾶν κατέστησαν τὰ μὲν πολέμια τοὺς Ἀθηναίους νικῶντες, ὧν δὲ ἐκείνοις ἐπιτηδεύειν ἔδοξεν ἡττώμενοι. καὶ αὐτὸ δὲ τὸ τὴν ἐκ Ταύρων τε καὶ Σκυθῶν ἐσάγεσθαι δαίμονα ξένα ἦν νομιζόντων. εἰ δὲ χρησμῶν ταῦτα, τί ἔδει μάστιγος; τί δὲ καρτερίαν ἀνδραποδώδη πλάττεσθαι; λακωνικώτερον πρὸς θανάτου ῥώμην ἐκεῖνο ἦν, οἶμαι, Σπαρτιάτην ἔφηβον ἑκόντα ἐπὶ τοῦ βωμοῦ θύεσθαι. τουτὶ γὰρ ʽἂνʼ τὴν μὲν Σπάρτην εὐψυχοτέρους ἐδείκνυε, τὴν δὲ Ἑλλάδα ἀπῆγε τοῦ μὴ ἐς ἀντίπαλα αὐτοῖς ἀντικαθίστασθαι. εἰ δὲ ἐς τὰ πολέμια φείδεσθαι τῶν νέων εἰκὸς ἦν, ἀλλʼ ὅ γε νόμος ὁ παρὰ Σκύθαις ἐπὶ τοῖς ἑξηκοντούταις κείμενος οἰκειότερος ἦν Λακεδαιμονίοις ἐπιτηδεύειν ἢ Σκύθαις, εἰ τὸν θάνατον ἀτεχνῶς, ἀλλὰ μὴ κόμπου ἕνεκα ἐπαινοῦσι. ταῦτα οὐ πρὸς Λακεδαιμονίους εἴρηταί μοι, πρὸς δὲ σέ, Ἀπολλώνιε· εἰ γὰρ τὰ παλαιὰ νόμιμα καὶ πολιώτερα ἢ γιγνώσκειν αὐτὰ πικρῶς ἐξετάζοιμεν ἐς ἔλεγχον καθιστάμενοι τοῦ θείου, διότι αὐτοῖς χαίρουσι, πολλοὶ καὶ ἄτοποι λόγοι τῆς τοιᾶσδε φιλοσοφίας ἀναφύσονται, καὶ γὰρ ἂν καὶ τῆς Ἐλευσῖνι τελετῆς ἐπιλαβοίμεθα, διότι τό, ἀλλὰ μὴ τό, καὶ ὧν Σαμόθρᾳκες τελοῦσιν, ἐπεὶ μὴ τὸ δεῖνα, τὸ δεῖνα δὲ αὐτοῖς δρᾶται, καὶ Διονυσίων καὶ φαλλοῦ καὶ τοῦ ἐν Κυλλήνῃ εἴδους καὶ οὐκ ἂν φθάνοιμεν συκοφαντοῦντες πάντα. ἴωμεν οὖν ἐφʼ ὅ τι βούλει ἕτερον, τιμῶντες καὶ τὸν Πυθαγόρου λόγον ἡμεδαπὸν ὄντα· καλὸν γάρ, εἰ καὶ μὴ περὶ πάντων, ἀλλʼ ὑπέρ γε τῶν τοιούτων σιωπᾶν. ὑπολαβὼν δʼ ὁ Ἀπολλώνιος εἰ σπουδάσαι, εἶπεν ὦ Θεσπεσίων, ἐβούλου τὸν λόγον, πολλὰ ἄν σοι καὶ γενναῖα ἔδοξεν ἡ Λακεδαίμων λέγειν ὑπὲρ ὧν ὑγιῶς τε καὶ παρὰ πάντας ἐπιτηδεύει τοὺς Ἕλληνας, ἐπεὶ δὲ οὕτως ἀποσπουδάζεις αὐτόν, ὡς μηδὲ ὅσιον ἡγεῖσθαι τὸ ὑπὲρ τοιούτων λέγειν, ἴωμεν ἐφʼ ἕτερον λόγον πολλοῦ ἄξιον, ὡς ἐμαυτὸν πείθω· περὶ δικαιοσύνης γάρ τι ἐρήσομαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme