Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 6

30 ἀναρρηθεὶς δὲ αὐτοκράτωρ ἐν τῇ Ῥώμῃ καὶ ἀριστείων στείων ἀξιωθεὶς τούτων ἀπῄει μὲν ἰσομοιρήσων τῆς ἀρχῆς τῷ πατρί, τὸν δὲ Ἀπολλώνιον ἐνθυμηθείς, ὡς πολλοῦ ἄξιος αὑτῷ ἔσται κἂν πρὸς βραχὺ ξυγγενόμενος, ἐδεῖτο αὐτοῦ ἐς Ταρσοὺς ἥκειν, καὶ περιβαλὼν ἐλθόντα πάντα μοι ὁ πατὴρ ἔφη ἐπέστειλεν, ὧν ξύμβουλον ἐποιεῖτό σε, καὶ ἰδοὺ ἡ ἐπιστολή, ὡς εὐεργέτης τε αὐτοῦ ἐν αὐτῇ γέγραψαι καὶ πᾶν ὅ τι ἐσμέν, ἐγὼ δὲ ἔτη μὲν τριάκοντα ταυτὶ γέγονα, ἀξιούμενος δὲ ὧν ὁ πατὴρ ἑξηκοντούτης ὢν καὶ καλούμενος ἐς τὸ ἄρχειν πρὶν οὐκ οἶδʼ εἰ ἀρχθῆναι εἰδέναι, δέδια μὴ μειζόνων, ἢ ἐμὲ χρή, ἅπτωμαι. ἐπιψηλαφήσας δὲ αὐτοῦ τὸν αὐχένα ὁ Ἀπολλώνιος, καὶ γὰρ δὴ ἔρρωτο αὐτὸν ἴσα τοῖς ἀσκοῦσι τὸ σῶμα, καὶ τίς εἶπε βιάσεται ταῦρον αὐχένα οὕτω κρατερὸν ὑποσχεῖν ζυγῷ; ὁ ἐκ νέου ἔφη, μοσχεύσας με, τὸν πατέρα τὸν ἑαυτοῦ λέγων ὁ Τίτος καὶ τὸ ὑπʼ ἐκείνου ἂν μόνου ἀρχθῆναι, ὃς ἐκ παιδὸς αὐτὸν τῇ ἑαυτοῦ ἀκροάσει ξυνείθιζε. χαίρω εἶπεν ὁ Ἀπολλώνιος πρῶτον μὲν παρεσκευασμένον σε ὁρῶν ἕπεσθαι τῷ πατρί, ὑφʼ οὗ χαίρουσιν ἀρχόμενοι καὶ οἱ μὴ φύσει παῖδες, θεραπεύσοντά τε τὰς ἐκείνου θύρας, ᾧ ξυνθεραπευθήσῃ. νεότητος δὲ γήρᾳ ἅμα ἐς τὸ ἄρχειν ἰούσης τίς μὲν λύρα, τίς δὲ αὐλὸς ἡδεῖαν ὧδε ἁρμονίαν καὶ ξυγκεκραμένην ᾅσεται; πρεσβύτερα γὰρ ξυμβήσεται νέοις, ἐξ ὧν καὶ γῆρας ἰσχύσει καὶ νεότης οὐκ ἀτακτήσει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme