Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 6

31 ἐμοὶ δέ, εἶπεν ὦ Τυανεῦ, περὶ ἀρχῆς καὶ βασιλείας τί ὑποθήσῃ; ἅ γε ἔφη σεαυτὸν πέπεικας, ὑποκείμενος γὰρ τῷ πατρὶ δῆλά που, ὡς ὁμοιώσῃ αὐτῷ· καὶ τὸν Ἀρχύτου δʼ ἂν εἴποιμι νυνὶ λόγον, γενναῖος γὰρ καὶ μαθεῖν ἄξιος· ἐγένετο ὁ Ἀρχύτας ἀνὴρ Ταραντῖνος τὰ Πυθαγόρου σοφός· οὗτος ὑπὲρ παίδων ἀγωγῆς γράφων ἔστω φησὶν ὁ πατὴρ παράδειγμα ἀρετῆς· τοῖς παισίν, ὡς καὶ τῶν πατέρων ξυντονώτερον βαδιουμένων ἐπὶ τὰς ἀρετάς, ἢν ὁμοιῶνταί σφισιν οἱ παῖδες. ἐγὼ δέ σοι καὶ Δημήτριον ξυστήσω τὸν ἐμαυτοῦ ἑταῖρον, ὃς ξυνέσται σοι ὁπόσα βούλει, διδάσκων, τί δεῖ πράττειν τὸν ἀγαθὸν ʽἄρχοντα.ʼ ʼτίς δέ, ἔφη Ἀπολλώνιε, ἡ σοφία τοῦ ἀνδρὸς τούτου; παρρησία εἶπε καὶ τὸ ἀληθεύειν ἐκπλήττεσθαί τε ὐπὸ μηδενός, ἐστὶ γὰρ τοῦ Κυνικοῦ κράτους. δυσχερῶς δὲ τοῦ Τίτου τὸν κύνα ἀκούσαντος Ὁμήρῳ μέντοι ἔφη νέος ὢν ὁ Τηλέμαχος καὶ δυοῖν ἐδόκει κυνῶν δεῖσθαι καὶ ξυμπέμπει αὐτοὺς ὀπαδοὺς τῷ μειρακίῳ ἐς τὴν τῶν Ἰθακησίων ἀγορὰν καίτοι ἀλόγους ὄντας, σοὶ δὲ ξυνέσται κύων, ὃς ὑπὲρ σοῦ τε πρὸς ἑτέρους καὶ πρὸς αὐτόν σε, εἴ τι ἁμαρτάνοις, σοφῶς ἅμα καὶ οὐδὲ ἀλόγως ὑλακτήσει. δίδου εἶπε τὸν ὀπαδὸν κύνα, ξυγχωρῶ δὲ αὐτῷ καὶ δακεῖν, εἴ τι με ἀδικοῦντα αἴσθοιτο. γεγράψεται ἔφη πρὸς αὐτὸν ἐπιστολή, φιλοσοφεῖ δὲ ἐπὶ τῆς Ῥώμης. γεγράφθω, εἶπεν ἐβουλόμην δʼ ἂν καὶ πρὸς σὲ ὑπὲρ ἐμοῦ τινα γράφειν, ὡς ἅμα τῆς ἐς τὴν Ῥώμην ὁδοῦ κοινωνὸς ἡμῖν γένοιο. άφίξομαι, ἔφη ὁπότε ἀμφοῖν λῷον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme