Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 6

35 τοσαῦτα ἔθνη φασὶν ἐπελθεῖν τὸν Ἀπολλώνιον σπουδάζοντά τε καὶ σπουδαζόμενον. αἱ δὲ ἐφεξῆς ἀποδημίαι πολλαὶ μὲν ἐγένοντο τῷ ἀνδρί, οὐ μὴν τοσαῦταί γε ἔτι, οὐδὲ ἐς ἕτερα ἔθνη πλὴν ἃ ἔγνω, περί τε γὰρ τὴν ἐπὶ θαλάττῃ Αἴγυπτον καταβάντι αὐτῷ ἐξ Αἰθιοπίας διατριβὴ πλείων ἐγένετο, περί τε Φοίνικας καὶ Κίλικας Ἴωνάς τε καὶ Ἀχαιοὺς καὶ Ἰταλοὺς πάλιν οὐδαμοῦ ἐλλείποντι τὸ μὴ οὐχ ὁμοίῳ φαίνεσθαι. χαλεποῦ γὰρ τοῦ γνῶναι ἑαυτὸν δοκοῦντος χαλεπώτερον ἔγωγε ἡγοῦμαι τὸ μεῖναι τὸν σοφὸν ἑαυτῷ ὅμοιον, οὐδὲ γὰρ τοὺς πονηρῶς φύντας ἐς τὸ λῷον μεταστήσει μὴ πρότερον ἐξασκήσας τὸ μὴ αὐτὸς μεθίστασθαι. ὑπὲρ μὲν δὴ τούτων ἐν ἑτέροις λόγοις ἱκανῶς εἴρηκα διδάσκων τοὺς μὴ μαλακῶς αὐτοῖς ὁμιλοῦντας, ὅτι τὸν ἀτεχνῶς ἄνδρα μήτε μεταστήσει τι μήτε δουλώσεται. ὡς δὲ μήτε ἐς λόγων ἴοιμεν μῆκος ἀκριβῶς ἀναδιδάσκοντες τὰ παρʼ ἑκάστοις αὐτῷ φιλοσοφηθέντα μήτʼ αὖ διαπηδῶντες φαινοίμεθα λόγον, ὃν οὐκ ἀπόνως παραδίδομεν τοῖς ἀπείροις τοῦ ἀνδρός, δοκεῖ μοι τὰ σπουδαιότερα ἐπελθεῖν τούτων καὶ ὁπόσα μνήμης ἀξιώσεται. ἡγώμεθα δὲ αὐτὰ παραπλήσια ταῖς τῶν Ἀσκληπιαδῶν ἐπιδημίαις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme