Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 6

36 μειράκιον ἑαυτοῦ μὲν ἀπαιδεύτως εἶχε, τοὺς δὲ ὄρνις ἐπαίδευε καὶ ξυνοίκους ἐπὶ σοφίᾳ ἐποιεῖτο· ἐδίδασκε δὲ αὐτοὺς λαλεῖν τε ὅσα οἱ ἄνθρωποι καὶ τερετίζειν ὅσα αὐλοί. τούτῳ περιτυχὼν τί ἔφη ἐπιτηδεύεις; ἐπεὶ δὲ τάς τε ἀηδόνας αὐτῷ διῄει καὶ τοὺς κοψίχους καὶ ὁπόσα εὐγλωττίζοι τοὺς χαραδρίους, τὴν φωνὴν δὲ ἀπαίδευτον ἐφαίνετο δοκεῖς μοι ἔφη διαφθείρειν τοὺς ὄρνις, πρῶτον μὲν τῷ μὴ ξυγχωρεῖν αὐτοῖς τὸ ἑαυτῶν φθέγμα οὕτως ἡδὺ ὄν, ὡς μηδʼ ἂν τὰ μουσικὰ τῶν ὀργάνων ἐς μίμησιν αὐτοῦ καταστῆναι, εἶτα καὶ τῷ κάκιστα Ἑλλήνων αὐτὸς διαλεγόμενος μαθητὰς αὐτοὺς ποιεῖσθαι ἀφωνίας. ἐπιτρίβεις δʼ , ὦ μειράκιον, καὶ τὸν σεαυτοῦ οἶκον· βλέψαντι γὰρ ἐς τοὺς ἀκολούθους καὶ ὡς κατεσκεύασαι, τῶν ἁβρῶν ἔμοιγε καὶ οὐκ ἀπλούτων φαίνῃ, τοὺς δὲ τοιούτους ὑποβλίττουσιν οἱ συκοφάνται κέντρα ἐπʼ αὐτοὺς ἠρμένοι τὴν γλῶτταν. καὶ τί χρήσῃ τῇ φιλορνιθίᾳ τότε; οὐδὲ γὰρ τὰ πασῶν ἀηδόνων μέλη ξυμφέρων ἀποσοβήσεις αὐτοὺς ἐγκειμένους τε καὶ ἐρείδοντας, ἀλλʼ ἐπαντλεῖν χρὴ τῶν ὄντων καὶ προβάλλειν αὐτοῖς τὸ χρυσίον, ὥσπερ τὰ μειλίγματα τοῖς κυσί, κἂν ὑλακτῶσιν, αὖθις διδόναι καὶ αὖθις, εἶτα αὐτὸν πεινῆν ὕστερον καὶ ἀπορεῖν. δεῖ δέ σοι ἐκτροπῆς λαμπρᾶς καὶ μεταβολῆς ἤδη τινὸς τῶν τρόπων, ὡς μὴ λάθῃς πτερορρυήσας τὸν πλοῦτον καὶ ἀξίως πράττων τοῦ θρηνεῖσθαι μᾶλλον ὑπʼ ὀρνίθων ἢ ᾅδεσθαι. τὸ δὲ φάρμακον τῆς μεταβολῆς οὐ μέγα, ἐστὶ γάρ τι ἐν ἁπάσαις πόλεσιν ἔθνος ἀνθρώπων, ὃ σὺ οὔπω μὲν γιγνώσκεις, καλοῦσι δὲ αὐτὸ διδασκάλους· τούτοις ἀπὸ τῆς οὐσίας μικρὰ δοὺς ἀσφαλῶς κεκτήσῃ τὰ πλείω, ῥητορικὴν γάρ σε παιδεύσουσι τὴν τῶν ἀγοραίων, ῥᾳδία δʼ ἡ τέχνη. εἰ μὲν γὰρ παῖδά σε ἑώρων ἔτι, ξυνεβούλευον ἂν φοιτᾶν ἐπὶ φιλοσόφων τε καὶ σοφιστῶν θύρας καὶ σοφίᾳ πάσῃ τὴν οἰκίαν τὴν σεαυτοῦ φράττειν, ἐπεὶ δὲ ἔξωρος τούτων τυγχάνεις ὤν, τὸ γοῦν ὑπὲρ σεαυτοῦ λέγειν ἔκμαθε, νομίσας, εἰ μὲν τὰ τελεώτερα ἔμαθες, κἂν ὅμοιος ἀνδρὶ ὁπλιτεύοντί τε καὶ φοβερῷ δόξαι, ταυτὶ δʼ ἐκμαθὼν τὴν τῶν ψιλῶν τε καὶ σφενδονητῶν σκευὴν ἕξεις, βάλλοις γὰρ ἂν τοὺς συκοφάντας, ὥσπερ τοὺς κύνας. ξυνῆκε τὸ μειράκιον τούτων καὶ τὰς τῶν ὀρνίθων διατριβὰς ἐκλιπὸν ἐς διδασκάλων ἐβάδισεν, ὑφʼ ὧν καὶ ἡ γνώμη αὐτῷ καὶ ἡ γλῶττα ἴσχυσεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme