Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 6

9 ὁ μὲν δὴ Ἀπολλώνιος ἑνὶ τῶν δένδρων ὑποκλιθεὶς ξυνῆν τοῖς ἑταίροις ὁπόσα ἠρώτων, ἀπολαβὼν δὲ τὸν Τιμασίωνα ὁ Δάμις ἤρετο ἰδίᾳ· οἱ Γυμνοὶ οὗτοι, βέλτιστε, ξυγγέγονας γὰρ αὐτοῖς, ὡς τὸ εἰκός, τί σοφοί εἰσι; πολλὰ ἔφη καὶ μεγάλα. καὶ μὴν οὐ σοφὰ εἶπεν αὐτῶν, ὦ γενναῖε, τὰ πρὸς ἡμᾶς ταῦτα, τὸ γὰρ μὴ ξυμβῆναι τοιῷδε ἀνδρὶ ὑπὲρ σοφίας, ὄγκῳ δʼ ἐπʼ αὐτὸν χρήσασθαι τί φῶ οὐκ οἶδα ἢ τῦφον, ἔφη ὦ ἑταῖρε. τῦφον; ὃν οὔπω πρότερον περὶ αὐτοὺς εἶδον δὶς ἤδη ἀφικόμενος, ἀεὶ γὰρ μέτριοί τε καὶ χρηστοὶ πρὸς τοὺς ἐπιμιγνύντας ἦσαν· πρῴην γοῦν, πεντήκοντα δὲ τοῦτʼ ἴσως ἡμέραι, Θρασύβουλος μὲν ἐπεχωρίαζεν ἐνταῦθα λαμπρὸν οὐδὲν ἐν φιλοσοφίᾳ πράττων, οἱ δʼ ἄσμενοι αὐτὸν ἀπεδέξαντο, ἐπειδὴ προσέγραψεν ἑαυτὸν τῷ Εὐφράτῃ. καὶ ὁ Δάμις τί λέγεις, ὦ μειράκιον; ἑώρακας σὺ Θρασύβουλον τὸν Ναυκρατίτην ἐν τῷ φροντιστηρίῳ τούτῳ, καὶ πρός γε εἶπε διήγαγον αὐτὸν τῇ ἐμαυτοῦ νηὶ κατιόντα ἐνθένδε. τὸ πᾶν ἔχω, νὴ τὴν Ἀθηνᾶν, ἔφη ὁ Δάμις ἀναβοήσας τε καὶ σχετλιάσας ἔοικε γὰρ πεπανουργῆσθαί τι. ὑπολαβὼν οὖν ὁ Τιμασίων ὁ μὲν ἀνήρ, ἔφη ὡς ἠρόμην αὐτὸν χθές, ὅστις εἴη, οὔπω με ἠξίου τοῦ ἀπορρήτου, σὺ δʼ, εἰ μὴ μυστήρια ταῦτα, λέγε ὅστις οὗτος, ἴσως γὰρ ἂν κἀγώ τι ξυμβαλοίμην τῇ τοῦ ζητουμένου θήρᾳ. ἐπεὶ δὲ ἤκουσε τοῦ Δάμιδος καὶ ὅτι ὁ Τυανεὺς εἴη ξυνείληφας ἔφη τὸ πρᾶγμα· Θρασύβουλος γὰρ καταπλέων μετʼ ἐμοῦ τὸν Νεῖλον ἐρομένῳ μοι ἐφʼ ὅ τι ἀναβαίη ἐνταῦθα, σοφίαν οὐ χρηστὴν ἑαυτοῦ διηγεῖτο τοὺς Γυμνοὺς τούτους ὑποψίας ἐμπεπληκέναι φάσκων πρὸς τὸν Ἀπολλώνιον, ὡς ὑπεροφθείη, ὁπότε ἔλθοι, κἀξ ὅτου μὲν διαφέρεται πρὸς αὐτὸν οὐκ οἶδα, τὸ δὲ ἐς διαβολὰς καθίστασθαι γυναικεῖόν τε ἡγοῦμαι καὶ ἀπαίδευτον. ἐγὼ δʼ ἄν, ὡς διάκεινται, μάθοιμι προσειπὼν τοὺς ἄνδρας, φίλοι γάρ. καὶ ἐπανῆλθε περὶ δείλην ὁ Τιμασίων πρὸς μὲν τὸν Ἀπολλώνιον οὐδὲν φράζων πλὴν τοῦ προσειρηκέναι σφᾶς, ἰδίᾳ δʼ ἀπαγγέλλων πρὸς τὸν Δάμιν, ὡς ἀφίξοιντο αὔριον μεστοὶ ὧν τοῦ Θρασυβούλου ἤκουσαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme