Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 7

1 οἶδα καὶ τὰς τυραννίδας, ὡς ἔστιν ἀρίστη βάσανος ἀνδρῶν φιλοσοφούντων, καὶ ξυγχωρῶ σκοπεῖν, ὅ τι ἕκαστος ἑτέρου ἧττον ἢ μᾶλλον ἀνὴρ ἔδοξεν, ὁ λόγος δέ μοι ξυντείνει ἐς τόδε· κατὰ τοὺς χρόνους, οὓς Δομετιανὸς ἐτυράννευσε, περιέστησαν τὸν ἄνδρα κατηγορίαι καὶ γραφαί, ὅπως μὲν ἀρξάμεναι καὶ ὁπόθεν καὶ ὅ τι ἑκάστῃ ὄνομα, δηλώσω αὐτίκα, ἐπεὶ δὲ ἀνάγκη λέξαι, τί μὲν εἰπών, τίς δὲ εἶναι δόξας ἀπῆλθε τῆς κρίσεως ἑλὼν μᾶλλον τὸν τύραννον ἢ ἁλοὺς αὐτός, δοκεῖ μοι διελθεῖν πρὸ τούτων, ὁπόσα εὗρον ἀφηγήσεως ἄξια σοφῶν ἀνδρῶν πρὸς τυράννους ἔργα παραδεικνύειν τε αὐτὰ τοῖς Ἀπολλωνίου· χρὴ γάρ που τἀληθὲς οὕτω μαστεύειν.
1 / 34 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme