Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 7

13 ἡττηθεὶς δʼ ὁ Δάμις τῶν τοῦ Δημητρίου λόγων ἀλλὰ σύ γε ἔφη φίλος ἀνδρὶ παρὼν γένοιο ἂν ἀγαθόν τι τούτῳ μέγα, ἐμοῦ γὰρ σμικρὸς λόγος, εἰ ξυμβουλεύοιμι αὐτῷ μὴ κυβιστᾶν ἐς ὀρθὰ ξίφη, μηδʼ ἀναρριπτεῖν πρὸς τυραννίδα, ἧς οὐ χαλεπωτέρα ἐνομίσθη. τῆς γοῦν ὁδοῦ τῆς ἐνταῦθα, εἰ μή σοι ξυνέτυχον, οὐδὲ τὸν νοῦν ἐγίγνωσκον, ἕπομαι μὲν γὰρ αὐτῷ θᾶττον ἢ ἑαυτῷ τις, εἰ δὲ ἔροιό με, ποῖ πλέω ἢ ἐφʼ ὅ τι, καταγέλαστος ἐγὼ τοῦ πλοῦ Σικελικὰ μὲν πελάγη καὶ Τυρρηνοὺς κόλπους ἀναμετρῶν, οὐκ εἰδὼς δέ, ὑπὲρ ὅτου. καὶ εἰ μὲν ἐκ προρρήσεως ἐκινδύνευον, εἶχον ἂν πρὸς τοὺς ἐρωτῶντας λέγειν, ὡς Ἀπολλώνιος μὲν θανάτου ἐρᾷ, ἐγὼ δʼ ἀντεραστὴς ξυμπλέω, ἐπεὶ δʼ οὐδὲν οἶδα, ἐμὸν ἤδη λέγειν, ὑπὲρ ὧν οἶδα, λέξω δὲ αὐτὸ ὑπὲρ τοῦ ἀνδρός· εἰ μὲν γὰρ ἐγὼ ἀποθάνοιμι, οὔπω δεινὰ φιλοσοφία πείσεται, σκευοφόρῳ γὰρ εἴκασμαι στρατιώτου γενναίου λόγου ἀξιούμενος, ὅτι τοιῷδε ἕπομαι, εἰ δὲ ἔσται τις, ὃς ἀποκτενεῖ τοῦτον, εὔποροι δʼ αἱ τυραννίδες τὰ μὲν ξυνθεῖναι, τὰ δὲ ἐξᾶραι, τρόπαιον μὲν οἶμαι κατὰ φιλοσοφίας ἑστήξει σφαλείσης περὶ τῷ ἄριστα ἀνθρώπων φιλοσοφήσαντι, πολλοὶ δὲ Ἄνυτοι καθʼ ἡμῶν καὶ Μέλητοι, γραφαὶ δʼ αἱ μὲν ἔνθεν, αἱ δὲ ἐκεῖθεν ἐπὶ τοὺς Ἀπολλωνίῳ ξυγγενομένους, ὡς ὁ μέν τις ἐγέλασε καθαπτομένου τῆς τυραννίδος, ὁ δʼ ἐπέρρωσε λέγοντα, ὁ δʼ ἐνέδωκε λέξαι τι, ὁ δʼ ἀπῆλθε ξὺν ἐπαίνῳ ὧν ἤκουσεν. ἐγὼ δʼ ἀποθνήσκειν μὲν ὑπὲρ φιλοσοφίας οὕτω φημὶ δεῖν, ὡς ὑπὲρ ἱερῶν καὶ τειχῶν καὶ τάφων, ὑπὲρ σωτηρίας γὰρ τῶν τοιῶνδε πολλοὶ καὶ ὀνομαστοὶ ἄνδρες ἀποθανεῖν ἠσπάζοντο, ὡς δὲ ἀπολέσθαι φιλοσοφίαν μήτε ἐγὼ ἀποθάνοιμι μήτε ὅστις ἐκείνης τε καὶ Ἀπολλωνίου ἐρᾷ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme