Book 7
17
τούτοις μὲν δὴ διῆγεν ὁ Αἰλιανὸς τὸν βασιλέα, πρὶν ἥκειν Ἀπολλώνιον, ἀφικομένου δὲ σοφωτέρων ἥπτετο, κελεύει μὲν γὰρ ξυλληφθέντα αὐτὸν ἀναχθῆναί οἱ, λοιδορουμένου δʼ αὐτῷ τοῦ τὴν κατηγορίαν ξυνθέντος ὡς γόητι καὶ ἱκανῷ τὴν τέχνην ὁ μὲν Αἰλιανὸς τῷ βασιλείῳ δικαστηρίῳ ἔφη σαυτόν τε καὶ τὰ τούτου φύλαττε, ὁ δʼ Ἀπολλώνιος εἰ μὲν γόης ἔφη ἐγώ, πῶς κρίνομαι; εἰ δὲ κρίνομαι, πῶς γόης εἰμί; εἰ μὴ ἄρα τὸ συκοφαντεῖν ἰσχυρὸν οὕτως εἶναί φησιν, ὡς μηδὲ τῶν γοητευόντων ἡττᾶσθαι αὐτό. βουλομένου δὲ τοῦ κατηγόρου λέγειν τι ἀμαθέστερον, ἐκκρούων αὐτὸν ὁ Αἰλιανὸς ἐμοὶ εἶπεν ἄφες τὸν καιρὸν τὸν πρὸ τῆς δίκης, ἔλεγχον γὰρ ποιήσομαι τῆς τοῦ σοφιστοῦ γνώμης ἰδίᾳ καὶ οὐκ ἐν ὑμῖν, κἂν μὲν ὁμολογῇ ἀδικεῖν, ξυντετμήσονταί οἱ ἐν τῷ δικαστηρίῳ λόγοι καὶ σὺ ἄπει εἰρηνικῶς, εἰ δὲ ἀντιλέγει, δικάσει ὁ βασιλεύς. παρελθὼν οὖν ἐς τὸ ἀπόρρητον δικαστήριον, ἐν ᾧ τὰ μεγάλα καὶ ἐλέγχεται καὶ σιωπᾶται χωρεῖτε ἔφη ἐνθένδε καὶ μηδεὶς ἐπακροάσθω, δοκεῖ γὰρ τῷ βασιλεῖ τοῦτο.