Book 7
18
ὡς δὲ ἐγένοντο αὐτοί, ἐγώ, ἔφη ὦ Ἀπολλώνιε, μειράκιον ἦν κατὰ τοὺς χρόνους, οὓς ὁ πατὴρ τοῦ βασιλέως ἐπʼ Αἴγυπτον ἦλθε τοῖς μὲν θεοῖς θύσων, χρησόμενος δʼ ὑπὲρ τῶν ἑαυτοῦ σοί, καὶ χιλίαρχον μὲν ὁ βασιλεὺς ἦγεν ἤδη τῶν πολεμικῶν εἰδότα, σὺ δʼ οὕτω τι μοι ἐπιτηδείως εἶχες, ὡς χρηματίζοντος τοῦ βασιλέως ταῖς πόλεσιν ἀπολαβών με ἰδίᾳ ποδαπός τε εἴην λέγειν καὶ ὅ τι μοι τὸ ὄνομα καὶ ὡς ἔχω τοῦ πατρός, προὔλεγες δέ μοι καὶ τὴν ἀρχὴν ταύτην, ἣ τοῖς μὲν πολλοῖς μεγίστη δοκεῖ καὶ μείζων ἢ πάντα ὁμοῦ τὰ ἀνθρώπων, ἐμοὶ δὲ ὄχλος καὶ κακοδαιμονία φαίνεται, τυραννίδος γὰρ φύλαξ χαλεπῆς εἰμι, κἂν μὲν σφήλω αὐτήν, δέδοικα τὰ ἐκ τῶν θεῶν, σοὶ δʼ ὅπως εὔνους εἰμί, δεδήλωκα, ὁ γὰρ εἰπὼν ἀφʼ ὧν εἴρηκά που τὸ μηδʼ ἂν παύσασθαί σε ἀγαπῶν, ἔστʼ ἂν ᾖ τὸ ἐκείνων μεμνῆσθαι τὸ δὲ ἰδίᾳ ἐθελῆσαι ἐρέσθαι σε, ὑπὲρ ὧν ὁ κατήγορος ξυντέθεικε, σόφισμα οὐ φαῦλον ὑπὲρ ξυνουσίας ἐμοὶ τῆς πρὸς σὲ γέγονεν, ὅπως θαρροίης μὲν τὰ ἐπʼ ἐμοὶ ὄντα, προγνοίης δὲ τὰ ἐπὶ τῷ βασιλεῖ· ὅ τι μὲν γὰρ ψηφιεῖται ἐπὶ σοί, οὐκ οἶδα, διάκειται δέ, ὥσπερ οἱ καταψηφίσασθαι μὲν ἐπιθυμοῦντες, αἰσχυνόμενοι δὲ τὸ μὴ ἐπʼ ἀληθέσι, καὶ πρόφασιν ἀπωλείας ἀνδρῶν ὑπάτων ποιεῖταί σε, βούλεται μὲν γάρ, ἃ μὴ δεῖ, πράττει δʼ αὐτὰ καταρρυθμίζων ἐς τὴν τοῦ δικαίου δόξαν. δεῖ δὴ κἀμοὶ πλάσματος καὶ ὁρμῆς ἐπὶ σέ, εἰ γὰρ ὑπόψεταί με ὡς ἀνιέντα, οὐκ οἶδʼ ὁπότερος ἡμῶν ἀπολεῖται θᾶττον.