Book 7
20
αἱ μὲν ἰδέαι τῆς γραφῆς ποικίλαι τε ἔφη καὶ πλείους, καὶ γὰρ τὴν ἐσθῆτα διαβάλλουσι καὶ τὴν ἄλλην δίαιταν καὶ τό ἐστιν ὑφʼ ὧν προσκυνεῖσθαί σε καὶ τὸ ἐν Ἐφέσῳ ποτὲ ὑπὲρ λοιμοῦ χρῆσαι, διειλέχθαι δὲ καὶ κατὰ τοῦ βασιλέως τὰ μὲν ἀφανῶς, τὰ δʼ ἐκφάνδην, τὰ δʼ ὡς θεῶν ἀκούσαντα, τὸ δὲ ἐμοὶ μὲν ἀπιθανώτατον, γιγνώσκω γάρ, ὅτι μηδὲ τὸ τῶν ἱερῶν αἷμα ἀνέχῃ, τῷ δὲ βασιλεῖ πιθανώτατον διαβάλλεται· φασὶν ἐς ἀγρὸν βαδίσαντά σε παρὰ Νερούαν τεμεῖν αὐτῷ παῖδα Ἀρκάδα θυομένῳ ἐπὶ τὸν βασιλέα καὶ ἐπᾶραι αὐτὸν τοῖς ἱεροῖς τούτοις, πεπρᾶχθαι δὲ ταῦτα νύκτωρ φθίνοντος ἤδη τοῦ μηνός. τοῦτο δὲ τὸ κατηγόρημα, ἐπειδὴ πολλῷ μεῖζον, μὴ ἕτερόν τι παρʼ ἐκεῖνο ἡγώμεθα, ὁ γὰρ λαμβανόμενος τοῦ σχήματος καὶ τῆς διαίτης καὶ τοῦ προγιγνώσκειν ἐς τοῦτο δήπου ξυντείνει καὶ ταῦτά γε καὶ τὴν παρανομίαν τὴν ἐς αὐτὸν δοῦναί σοί φησι καὶ τὸ ἐς τὴν θυσίαν θάρσος. χρὴ οὖν παρεσκευάσθαι τὴν ὑπὲρ τούτων ἀπολογίαν, ἔστω δέ σοι ὁ λόγος μὴ ὑπερορῶν τοῦ βασιλέως. καὶ ὁ Ἀπολλώνιος τοῦ μὲν μὴ ὑπερορᾶν ἔστω τεκμήριόν σοι τὸ ὑπὲρ ἀπολογίας ἀφῖχθαί με, εἰ δὲ καὶ θρασέως οὕτω τἀμὰ εἶχεν, ὡς ὑπὲρ τυραννίδας αἴρεσθαι, ἀλλὰ σοί γε ὑπέσχον ἐμαυτὸν τοιῷδε ὄντι καὶ ἀγαπῶντί με. τὸ μὲν γὰρ ἐχθρῷ πονηρὸν δόξαι δεινὸν οὔπω, οἱ γὰρ ἐχθροὶ μισοῦσιν οὐκ ἀφʼ ὧν δημοσίᾳ διαβέβληταί τις, ἀλλʼ ἀφʼ ὧν ἰδίᾳ προσκέκρουκε, τὸ δὲ πρὸς ἀνδρὸς φίλου λαβεῖν αἰτίαν, ὡς κακὸς φαίνοιτο, βαρύτερον τοῦτο ἢ τὰ ἐχθρῶν ὁμοῦ πάντα, οὐ γὰρ ἂν διαφύγοι τὸ μὴ οὐ κἀκείνοις, διʼ ἃ κακὸς ἦν, ἀπηχθῆσθαι.