Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 7

21 ἐδόκει τῷ Αἰλιανῷ εὖ λέγειν, καὶ παρακελευσάμενος αὐτῷ θαρρεῖν ἑαυτοῦ ἐλάβετο ὡς μὴ ἂν ἐκπλαγέντος τοῦ ἀνδρός, μηδʼ ἂν ʽεἰ Γοργείη κεφαλὴ ἐπʼ αὐτὸν αἴροιτο. καλέσας οὖν τοὺς προστεταγμένους τὰ τοιαῦτα κελεύω ἔφη ξυνέχειν τοῦτον, ἔστʼ ἂν ὁ βασιλεὺς ἥκοντά τε αὐτὸν μάθῃ καὶ λέγοντα ὁπόσα εἴρηκε, καὶ ἐῴκει τοῖς μάλα ὠργισμένοις. παρελθὼν δὲ ἐς τὰ βασίλεια τὰ προσήκοντα τῇ ἀρχῇ ἔπραττεν. ἐνταῦθα ὁ Δάμις ἀπομνημονεύει ἔργου ὁμοίου τε καὶ ἀνομοίου τῷ ἐπʼ Ἀριστείδου ποτὲ Ἀθήνησιν· ὀστράκῳ μὲν γὰρ τὸν Ἀριστείδην ἐλαύνειν ἐπʼ ἀρετῇ, ἔξω δὲ τείχους ἤδη ὄντι προσελθόντα τῶν ἀγροίκων τινὰ δεῖσθαι αὐτοῦ γράφειν τι αὐτῷ ἐπʼ Ἀριστείδην ὄστρακον. ἐκεῖνος μὲν οὔτε τὸν ἄνδρα εἰδὼς οὔτʼ αὐτὸ τὸ γράφειν, ἀλλὰ μόνον τὸν ὑπὲρ τοῦ δικαίου φθόνον, χιλίαρχος δὲ τῶν σφόδρα γιγνωσκόντων τὸν Ἀπολλώνιον προσειπὼν αὐτὸν ἤρετο κατὰ ὕβριν, ὑπὲρ ὅτου κινδυνεύοι, τοῦ δὲ οὐκ εἰδέναι φήσαντος ἀλλʼ ἐγὼ ἔφη οἶδα· τὸ γὰρ προσκυνεῖσθαί σε ὑπὸ τῶν ἀνθρώπων διαβέβληκεν ὡς ἴσων ἀξιούμενον τοῖς θεοῖς. καὶ τίς εἶπεν ὁ προσκυνήσας ἐμέ; ἐγὼ ἔφη ἐν Ἐφέσῳ παῖς ἔτι ὤν, ὁπότε ἡμᾶς ἰάσω τοῦ λοιμοῦ. καλῶς ποιῶν εἶπεν αὐτός τε σὺ καὶ ἡ σωθεῖσα Ἐφεσίων πόλις. διὰ ταῦτʼ οὖν ἔφη καὶ ἀπολογίαν ὑπὲρ σοῦ παρεσκεύακα, ἥ σε ἀπαλλάξει τῆς αἰτίας· ἴωμεν γὰρ ἔξω τείχους καὶ ἢν μὲν ἀποκόψω σου τὸν αὐχένα τῷ ξίφει, διαβέβληται ἡ αἰτία καὶ ἀφεῖσαι, ἢν δὲ ἐκπλήξῃς με καὶ μεθῶ τὸ ξίφος, θεῖόν τε ἀνάγκη νομίζεσθαί σε καὶ ὡς ἐπʼ ἀληθέσι κρίνεσθαι. τοσῷδε μὲν δὴ ἀγροικότερος οὗτος τοῦ τὸν Ἀριστείδην ἐλαύνοντος, ἔλεγε δὲ ταῦτα μασώμενός τε καὶ ξὺν γέλωτι, ὁ δʼ οὐκ ἀκηκοότι ὅμοιος διελέγετο πρὸς τὸν Δάμιν ὑπὲρ τοῦ Δέλτα, περὶ ᾧ φασι τὸν Νεῖλον σχίζεσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme