Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 7

22 ἐπεὶ δὲ καλέσας αὐτὸν ὁ Αἰλιανὸς ἐκέλευσε τὸ ἐλευθέριον οἰκεῖν δεσμωτήριον ἔστʼ ἂν γένηται σχολὴ ἔφη τῷ βασιλεῖ, ξυγγενέσθαι γάρ σοι ἰδίᾳ πρότερον βούλεται, ἀπῆλθε μὲν τοῦ δικαστηρίου καὶ παρελθὼν ἐς τὸ δεσμωτήριον διαλεγώμεθα, ἔφη Δάμι, τοῖς ἐνταῦθα· τί γὰρ ἂν ἄλλο πράττοι τις ʽἐσʼ τὸν χρόνον τοῦτον, ὃν διαλέξεταί μοι ὁ τύραννος ὑπὲρ ὧν δεῖται; ἀδολέσχας εἶπεν ἡγήσονται ἡμᾶς, ἢν ἐκκρούωμεν αὐτοὺς ὧν ἀπολογήσονται, καὶ ἄλλως ἄτοπον περιπατεῖν ἐς ἀνθρώπους ἀθύμως ἔχοντας. καὶ μὴν τούτοις μάλιστα δεῖ ἔφη τοῦ διαλεξομένου τε καὶ θεραπεύσοντος· εἰ γὰρ ἐνθυμηθείης τὰ τοῦ Ὁμήρου ἔπη, ἐν οἷς Ὅμηρος τὴν Ἑλένην φησὶ τὰ ἐξ Αἰγύπτου φάρμακα οἰνοχοεῖν ἐς τὸν κρατῆρα, ὡς τὰ ἄχη τῆς ψυχῆς ἀποβρέχοιτο, δοκῶ μοι τὴν Ἑλένην λόγους Αἰγυπτίους ἐκμαθοῦσαν ἐπᾴδειν τοῖς ἀθύμοις ἐν τῷ κρατῆρι, ἰωμένην αὐτοὺς λόγῳ τε ἀναμὶξ καὶ οἴνῳ. καὶ εἰκὸς μέν, εἶπεν εἴπερ ἐς Αἴγυπτόν τε ἦλθε καὶ ὡμίλησε τῷ Πρωτεῖ, ἢ ὡς Ὁμήρῳ δοκεῖ, Πολυδάμνῃ ξυνεγένετο τῇ τοῦ Θῶνος· νυνὶ δὲ ἀναβεβλήσθων οὗτοι, δέομαι γάρ τι ἐρέσθαι σε. οἶδα, ἔφη ὅ με ἐρήσῃ, τοὺς γάρ τοι λόγους, οἳ γεγόνασί μοι πρὸς τὸν ἄνδρα καὶ ἅττα εἶπε καὶ εἰ φοβερὸς ἦν ἢ πρᾷος, βούλει ἀκοῦσαί μου· καὶ διῆλθε πάντας. προσκυνήσας οὖν ὁ Δάμις οὐκ ἀπιστῶ, ἔφη καὶ τὴν Λευκοθέαν ποτὲ κρήδεμνον τῷ Ὀδυσσεῖ δοῦναι μετὰ τὴν ναῦν, ἧς ἐκπεσὼν ἀνεμέτρει ταῖς ἑαυτοῦ χερσὶ τὸ πέλαγος· καὶ γὰρ ἡμῶν ἐς ἀμήχανά τε καὶ φοβερὰ ἐμβεβηκότων θεῶν τις ὑπερέχει, οἶμαι, χεῖρα, ὡς μὴ ἐκπέσοιμεν σωτηρίας πάσης. ἐπιπλήττων δʼ ὁ Ἀπολλώνιος τῷ λόγῳ ποῖ παρατενεῖς, ἔφη δεδιὼς ταῦτα καὶ μήπω γιγνώσκων, ὅτι σοφία μὲν τὰ ξυνιέντα ἑαυτῆς ἐκπλήττει πάντα, αὐτὴ δʼ ὑπʼ οὐδενὸς ἐκπλήττεται; ἀλλʼ ἡμεῖς εἶπε παρὰ ἀξύνετον ἥκομεν καὶ οὐ μόνον οὐκ ἐκπληττόμενον ἡμᾶς, ἀλλʼ οὐδὲ ἀξιοῦντα εἶναί τι, ὃ ἐκπλήξει αὐτόν. ξυνίης οὖν, ἔφη ὦ Δάμι, ὅτι τετύφωται καὶ ἀνοήτως ἔχει; ξυνίημι, τί δʼ οὐ μέλλω; εἶπε. καὶ σοὶ δὲ ἔφη καταφρονητέα τοῦ τυράννου τοσούτῳ μᾶλλον, ὅσῳ καὶ γιγνώσκεις αὐτόν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme