Book 7
2
Ζήνων μὲν τοίνυν ὁ Ἐλεάτης, διαλεκτικῆς δὲ οὗτος δοκεῖ ἄρξαι, τὴν Νεάρχου τοῦ Μυσοῦ καταλύων τυραννίδα ἥλω καὶ στρεβλωθεὶς τοὺς μὲν ἑαυτοῦ ξυνωμότας ἀπεσιώπησεν, οἳ δʼ ἦσαν τῷ τυράννῳ βέβαιοι, διαβαλὼν τούτους ὡς οὐ βεβαίους, οἱ μὲν ὡς ἐπʼ ἀληθέσι ταῖς αἰτίαις ἀπέθανον, ὁ δʼ ἐλεύθερα τὰ Μυσῶν ἤγαγε τὴν τυραννίδα περὶ ἑαυτῇ σφήλας. Πλάτων δὲ ὑπὲρ τῆς Σικελιωτῶν ἐλευθερίας ἀγῶνά φησιν ἄρασθαι συλλαβὼν τῆς διανοίας ταύτης Δίωνι. Φύτων δὲ Ῥηγίου ἐκπεσὼν κατέφυγε μὲν ἐπὶ Διονύσιον τὸν Σικελίας τύραννον, μειζόνων δὲ ἀξιωθεὶς ἢ τὸν φεύγοντα εἰκὸς ξυνῆκε μὲν τοῦ τυράννου καὶ ὅτι τοῦ Ῥηγίου ἐρῴη, Ῥηγίνοις δʼ ἐπιστέλλων ταῦτα ἥλω, καὶ ὁ μὲν τύραννος ἑνὸς τῶν μηχανημάτων ἀνάψας αὐτὸν ζῶντα προσήγαγε τοῖς τείχεσιν, ὡς μὴ βάλοιεν οἱ Ῥηγῖνοι τὸ μηχάνημα φειδοῖ τοῦ Φύτωνος, ὁ δὲ ἐβόα βάλλειν, σκοπὸς γὰρ αὐτοῖς ἐλευθερίας εἶναι. Ἡρακλείδης δὲ καὶ Πύθων οἱ Κότυν ἀποκτείναντες τὸν Θρᾷκα νεανία μὲν ἤστην ἄμφω, τὰς δὲ Ἀκαδημίους διατριβὰς ἐπαινοῦντες σοφώ τε ἐγενέσθην καὶ οὕτως ἐλευθέρω. τὰ δὲ Καλλισθένους τοῦ Ὀλυνθίου τίς οὐκ οἶδεν; ὃς ἐπὶ τῆς αὐτῆς ἡμέρας ἐπαινέσας τε καὶ διαβαλὼν Μακεδόνας, ὅτε μέγιστοι δυνάμει ἦσαν, ἀπέθανεν ἀηδὴς δόξας. Διογένης δὲ ὁ Σινωπεὺς καὶ Κράτης ὁ Θηβαῖος ὁ μὲν εὐθὺ Χαιρωνείας ἥκων ἐπέπληξεν ὑπὲρ Ἀθηναίων Φιλίππῳ περὶ ὧν Ἡρακλείδης εἶναι φάσκων ἀπώλλυ ὅπλοις τοὺς ὑπὲρ ἐκείνων ὅπλα ἠρμένους, ὁ δʼ ἀνοικιεῖν Θήβας Ἀλεξάνδρου διʼ αὐτὸν φήσαντος οὐκ ἂν ἔφη δεηθῆναι πατρίδος, ἣν κατασκάψει τις ὅπλοις ἰσχύσας. καὶ λέγοιτο μὲν ʽἂνʼ πολλὰ τοιαῦτα, ὁ λόγος δὲ οὐ ξυγχωρεῖ μῆκος τῷ γε ἀνάγκην ἔχοντι καὶ πρὸς ταῦτα ἀντειπεῖν οὐχ ὡς οὐ καλὰ ἢ οὐκ ἐν λόγῳ πᾶσιν, ἀλλʼ ὡς ἥττω τῶν