Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 7

24 ἑτέρου δʼ αὖ φήσαντος γραφὴν φεύγειν, ἐπειδὴ θύων ἐν Τάραντι, οὗ ἦρχε, μὴ προσέθηκε ταῖς δημοσίαις εὐχαῖς, ὅτι Δομετιανὸς Ἀθηνᾶς εἴη παῖς σὺ μὲν ᾠήθης ἔφη μὴ ἂν τὴν Ἀθηνᾶν τεκεῖν παρθένον οὖσαν τὸν ἀεὶ χρόνον, ἠγνόεις δʼ, οἶμαι, ὅτι ἡ θεὸς αὕτη Ἀθηναίοις ποτὲ δράκοντα ἔτεκε.
25 καθεῖρκτό τις καὶ ἐπὶ τοιᾷδε αἰτίᾳ· χωρίον ἐν Ἀκαρνανίᾳ περὶ τὰς ἐκβολὰς τοῦ Ἀχελῴου ἔχων περιέπλει τὰς Ἐχινάδας ἐν ἀκατίῳ μικρῷ, διασκεψάμενος δὲ αὐτῶν μίαν, ἣ ξυνῆπτεν ἤδη τῇ ἠπείρῳ, δένδρεσί τε ὡραίοις διεφύτευσε καὶ ἀμπέλοις ἡδυοίνοις δίαιτάν τε ἱκανὴν τῷ σώματι κατεσκευάσατο ἐν αὐτῇ, καὶ γάρ τι καὶ ὕδωρ ὲκ τῆς ἠπείρου ἐσήγετο ἀποχρῶν τῇ νήσῳ· ἐκ τούτου ἀνέφυ γραφή, μὴ καθαρὸς εἶναι ὁ Ἀκαρνὰν οὗτος, ἔργα δὲ αὑτῷ ξυνειδὼς οὐ φορητὰ τῆς μὲν ἄλλης γῆς ἐξίστασθαί τε καὶ ἀποφοιτᾶν ὡς μεμιασμένης ἑαυτῷ, τὴν δʼ Ἀλκμαίωνος τοῦ Ἀμφιάρεω λύσιν, διʼ ἣν τὰς ἐκβολὰς τοῦ Ἀχελῴου μετὰ τὴν μητέρα ᾤκησεν, ᾑρῆσθαι αὐτόν, εἰ μὴ καὶ ἐφʼ ὁμοίοις, ἀλλʼ ἐπὶ σχετλίοις ἴσως καὶ οὐ πόρρω ἐκείνων, ὁ δʼ οὐ τοῦτʼ ἔφασκεν, ἀλλὰ ἀπραγμοσύνης ἐρῶν ἐκεῖ οἰκῆσαι, τὸ δὲ ἄρα ἐς δίκας αὐτῷ περιστῆναι, διʼ ἃς καὶ εἷρχθαι αὐτόν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme