Book 7
26
προσιόντων δὲ τῷ Ἀπολλωνίῳ πλειόνων ἔνδον καὶ ὀλοφυρομένων τοιαῦτα, πεντήκοντα γάρ που εἶναι οἱ ἐν τῷ δεσμωτηρίῳ τούτῳ καὶ οἱ μὲν νοσεῖν αὐτῶν, οἱ δὲ ἀθύμως παρεῖσθαι, οἱ δὲ ἐγκαρτερεῖν τὸν θάνατον, οἱ δʼ ἐπιβοᾶσθαι τέκνα καὶ γονέας τοὺς αὐτῶν καὶ γάμους ὦ Δάμι, ἔφη δοκοῦσί μοι τοῦ φαρμάκου δεῖσθαι οἱ ἄνδρες, οὗ καταρχὰς ἐπεμνήσθην. εἴτʼ οὖν Αἰγύπτιον τοῦτο, εἴτʼ ἐν πάσῃ τῇ γῇ φύεται ῥιζοτομούσης αὐτὸ σοφίας ἐκ τῶν ἑαυτῆς κήπων, προσδῶμεν αὐτοῦ τοῖς ἀθλίοις τούτοις, μὴ προανέλῃ σφᾶς ἡ γνώμη. προσδῶμεν ἦ δʼ ὃς ὁ Δάμις ἐοίκασι γὰρ δεομένοις. ξυγκαλέσας οὖν αὐτοὺς ὁ Ἀπολλώνιος ἄνδρες, εἶπεν οἱ κοινωνοῦντες ἐμοὶ ταυτησὶ τῆς στέγης, ἐλεῶ ὑμᾶς, ὡς ὑφʼ αὑτῶν ἀπόλλυσθε, οὔπω εἰδότες, εἰ κατηγορία ἀπολεῖ ὑμᾶς· δοκεῖτε γάρ μοι προαποκτιννύντες αὑτοὺς τοῦ καταψηφισθέντος ἂν ὑμῶν, ὡς οἴεσθε, θανάτου, καὶ θαρρεῖν μὲν ἃ δέδιτε, δεδιέναι δʼ ἃ θαρρεῖτε. οὐ μὴν προσήκει γε, ἀλλʼ ἐνθυμηθέντας τὸν Ἀρχιλόχου τοῦ Παρίου λόγον, ὃς τὴν ἐπὶ τοῖς λυπηροῖς καρτερίαν τλημοσύνην καλῶν θεῶν αὐτήν φησιν ʽεἶναἰ εὕρημα οὖσαν, ἀναφέρειν τῶν σχετλίων τούτων, ὥσπερ οἱ τέχνῃ τοῦ ῥοθίου ὑπεραίροντες, ἐπειδὰν τὸ κῦμα ὑπὲρ τὴν ναῦν ἱστῆται, μηδʼ ἡγεῖσθαι χαλεπὰ ταῦτα, ἐφʼ ἃ ὑμεῖς μὲν ἄκοντες, ἐγὼ δὲ ἑκὼν ἥκω. εἰ μὲν γὰρ ξυντίθεσθε ταῖς αἰτίαις, ὀλοφυρτέα ἡ ἡμέρα μᾶλλον, ἐν ᾗ ὁ λογισμὸς ἐς ἄδικά τε καὶ ὠμὰ ὁρμήσας ὑμᾶς ἔσφηλεν, εἰ δʼ οὔτε σὺ τὴν ἐν τῷ Ἀχελῴῳ νῆσον ὑπὲρ ὧν ὁ κατήγορός φησιν ἐρεῖς ᾠκηκέναι, οὔτε σὺ τὸν σεαυτοῦ πλοῦτον ἔφεδρόν ποτε τῇ βασιλείᾳ στήσασθαι, οὔθʼ ἑκὼν σὺ τοῦ μὴ πρὸς Ἀθηνᾶς δοκεῖν ἀφῃρῆσθαι τὸν ἄρχοντα, οὔθʼ ὑπὲρ ὧν ἀφῖχθε κινδυνεύων ἕκαστος, ἀληθῆ ταῦτα εἶναι φήσει, τί βούλεταί φησιν ὁ ὑπὲρ τῶν οὐκ ὄντων θρῆνος οὗτος; ὅσῳ γὰρ τοὺς οἰκειοτάτους ἐπιβοᾶσθε, τοσῷδε χρὴ ἐρρῶσθαι μᾶλλον, ἆθλα γάρ που τῆς τλημοσύνης ταύτης ἐκεῖνα. ἢ τὸ καθεῖρχθαι δεῦρο δεινὸν εἶναί φατε καὶ τὸ ἐν τῷ δεσμωτηρίῳ ζῆν; ἢ ἀρχὴν ὧν πείσεσθαι ἡγεῖσθε; ἢ καὶ καθʼ αὑτὸ τιμωρίαν, εἰ καὶ μηδὲν ἐπʼ αὐτῷ πάθοιτε; ἀλλʼ ἔγωγε τὴν ἀνθρωπείαν εἰδὼς φύσιν ἀναδιδάξω λόγον ὑμᾶς οὐδὲν ἐοικότα τοῖς τῶν ἰατρῶν σιτίοις, καὶ γὰρ ἰσχὺν ἐντίθησι καὶ ἀποθανεῖν οὐκ ἐάσει· οἱ ἄνθρωποι ἐν δεσμωτηρίῳ ἐσμὲν τὸν χρόνον τοῦτον, ὃς δὴ ὠνόμασται βίος· αὕτη γὰρ ἡ ψυχὴ σώματι φθαρτῷ ἐνδεθεῖσα πολλὰ μὲν καρτερεῖ, δουλεύει δὲ πᾶσιν, ὁπόσα ἐπʼ ἄνθρωπον φοιτᾷ, οἰκία τε οἷς ἐπενοήθη πρῶτον, ἀγνοῆσαί μοι δοκοῦσιν ἄλλο δεσμωτήριον αὑτοῖς περιβάλλοντες, καὶ γὰρ δὴ καὶ ὁπόσοι τὰ βασίλεια οἰκοῦσιν, ἀσφαλῶς ἐν αὐτοῖς κατεσκευασμένοι, δεδέσθαι μᾶλλον τούτους ἡγώμεθα ἢ οὓς αὐτοὶ δήσουσι. πόλεις δʼ ἐνθυμουμένῳ μοι καὶ τείχη δοκεῖ ταῦτα δεσμωτήρια εἶναι κοινά, ὡς δεδέσθαι μὲν ἀγοράζοντας, δεδέσθαι δὲ ἐκκλησιάζοντας καὶ θεωμένους αὖ καὶ πομπὰς πέμποντας. καὶ Σκυθῶν ὁπόσοι ἁμαξεύουσιν, οὐ μεῖον ἡμῶν δέδενται, Ἴστροι τε γὰρ αὐτοὺς ὁρίζουσι καὶ Θερμώδοντες καὶ Τανάιδες οὐ ῥᾴδιοι ποταμοὶ ὑπερβῆναι, ἢν μὴ ὑπὸ τοῦ κρυμοῦ στῶσιν, οἰκίας τε ἐπὶ τῶν ἁμαξῶν πέπανται καὶ φέρονται μέν, ἀλλʼ ἐν αὐταῖς ἐπτηχότες. εἰ δὲ μὴ μειρακιώδης ὁ λόγος, φασὶ καὶ τὸν Ὠκεανὸν δεσμοῦ ἕνεκα τῇ γῇ περιβεβλῆσθαι. ἴτε, ὦ ποιηταί, ταυτὶ γὰρ ὑμέτερα, καὶ ῥαψῳδεῖτε πρὸς τούτους τοὺς ἀθύμους, ὡς Κρόνος μέν ποτε ἐδέθη βουλαῖς τοῦ Διός, Ἄρης δὲ ὁ πολεμικώτατος ἐν οὐρανῷ μὲν ὑπὸ Ἡφαίστου πρότερον, ἐν γῇ δὲ ὑπὸ τῶν τοῦ Ἀλωέως. ταῦτʼ ἐνθυμούμενοι καὶ πολλοὺς τῶν σοφῶν τε καὶ μακαρίων ἀνδρῶν, οὓς δῆμοι ἀσελγεῖς ἔδησαν, τυραννίδες δὲ προὐπηλάκισαν, δεχώμεθα καὶ ταῦτα, ὡς μὴ τῶν δεξαμένων αὐτὰ λειποίμεθα. οὕτω τοὺς ἐν τῷ δεσμωτηρίῳ τὰ ῥηθέντα μετέβαλεν, ὡς σίτου τε οἱ πολλοὶ ἅψασθαι καὶ ἀπελθεῖν τῶν δακρύων βῆναί τε ἐπʼ ἐλπίδος μηδʼ ἂν παθεῖν μηδὲν ἐκείνῳ ξυνόντες.