Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 7

27 τῆς δʼ ὑστεραίας διελέγετο μὲν ἐς τὸν αὐτὸν νοῦν ξυντείνων, ἐσπέμπεται δέ τις ἀκροατὴς τῶν διαλέξεων ὑπὸ τοῦ Δομετιανοῦ καθειμένος, τὸ μὲν δὴ σχῆμα αὐτοῦ, κατηφὴς ἐδόκει καὶ κινδυνεύειν τι, ὡς ἔφασκε, μέγα, γλώττης τε οὐκ ἀνεπιτηδεύτως εἶχεν, οἷοι τῶν συκοφαντικῶν οἱ συνειλοχότες ὀκτὼ ῥήματα ἢ δέκα, ὁ δὲ Ἀπολλώνιος ξυνιεὶς τῆς τέχνης διελέγετο, ἃ μὴ ἐκείνῳ προὔβαινε, ποταμῶν τε γὰρ πρὸς αὐτοὺς ἐμέμνητο καὶ ὀρῶν καὶ θηρία διῄει καὶ δένδρα, ὑφʼ ὧν οἱ μὲν διήγοντο, ὁ δʼ οὐδὲν ἐπέραινεν. ὡς δὲ καὶ ἀπάγειν αὐτὸν ἐς λοιδορίας τοῦ τυράννου ἐπειρᾶτο ὦ τᾶν, ἔφη σὺ μέν, ὅ τι βούλει, λέγε, οὐ γὰρ διαβεβλήσῃ γε ὑπʼ ἐμοῦ, ἐγὼ δὲ ὁπόσα μέμφομαι τὸν βασιλέα, πρὸς αὐτὸν λέξω.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme