Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 7

32 ἐπὶ τοσοῦτον μὲν δὴ ταῦτα, ἐπεὶ δὲ σχολὴ τῷ βασιλεῖ ἐγένετο τὰ ἐν ποσὶ διωσαμένῳ πάντα ἐς λόγους ἀφικέσθαι τῷ ἀνδρί, παρῆγον μὲν αὐτὸν ἐς τὰ βασίλεια οἱ ἐπιμεληταὶ τῶν τοιούτων οὐ ξυγχωρήσαντες τῷ Δάμιδι ἐπισπέσθαι οἱ, θαλλοῦ δὲ στέφανον ἔχων ὁ βασιλεὺς ἄρτι μὲν τῇ Ἀθηνᾷ τεθυκὼς ἐτύγχανεν ἐν αὐλῇ Ἀδώνιδος, ἡ δὲ αὐλὴ ἀνθέων ἐτεθήλει κήποις, οὓς Ἀδώνιδι Ἀσσύριοι ποιοῦνται ὑπὲρ ὀργίων ὁμωροφίους αὐτοὺς φυτεύοντες. πρὸς δὲ τοῖς ἱεροῖς ὢν μετεστράφη καὶ ἐκπλαγεὶς ὑπὸ τοῦ εἴδους τοῦ ἀνδρὸς Αἰλιανέ, εἶπε δαίμονά μοι ἐπεσήγαγες. ἀλλʼ οὔτε ἐκπλαγεὶς ὁ Ἀπολλώνιος καθαπτόμενός τε ὧν ἤκουσεν ἐγὼ δὲ ἔφη τὴν Ἀθηνᾶν ᾤμην ἐπιμεμελῆσθαί σου, βασιλεῦ, τρόπον, ὃν καὶ τοῦ Διομήδους ποτὲ ἐν Τροίᾳ, τὴν γάρ τοι ἀχλύν, ὑφʼ ἧς οἱ ἄνθρωποι χεῖρον βλέπουσιν, ἀφελοῦσα τῶν τοῦ Διομήδους ὀφθαλμῶν ἔδωκεν αὐτῷ θεούς τε διαγιγνώσκειν καὶ ἄνδρας, σὲ δʼ οὔπω ἡ θεὸς ἐκάθηρεν, ὦ βασιλεῦ, τὴν κάθαρσιν ταύτην· ἦ μὴν ἔδει γε, ὡς αὐτὴν τὴν Ἀθηνᾶν ὁρῴης ἄμεινον τούς τε ἄνδρας μὴ ἐς τὰ τῶν δαιμόνων εἴδη τάττοις. σὺ δέ, εἶπεν ὦ φιλόσοφε, πότε τὴν ἀχλὺν ἐκαθήρω ταύτην; πάλαι ἔφη κἀξ ὅτου φιλοσοφῶ. πῶς οὖν εἶπε τοὺς ἐμοὶ πολεμιωτάτους ἄνδρας θεοὺς ἐνόμισας; καὶ τίς ἔφη πρὸς Ἰάρχαν σοι πόλεμος ἢ πρὸς Φραώτην τοὺς Ἰνδούς, οὓς ἐγὼ μόνους ἀνθρώπων θεούς τε ἡγοῦμαι καὶ ἀξίους τῆς ἐπωνυμίας ταύτης; μὴ ἄπαγε ἐς Ἰνδούς, εἶπεν ἀλλʼ ὑπὲρ τοῦ φιλτάτου σοι Νερούα καὶ τῶν κοινωνούντων αὐτῷ τῆς αἰτίας λέγε. ἀπολογῶμαι ὑπὲρ αὐτοῦ ἔφη τι ἢ — μὴ ἀπολογοῦ εἶπεν ἀδικῶν γὰρ εἴληπται, ἀλλʼ οὐχ ὡς αὐτὸς ἀδικεῖς ξυνειδὼς ἐκείνῳ τοιαῦτα, τοῦτό με ἀναδίδασκε. εἰ, ἃ ξύνοιδα, ἔφη ἀκοῦσαι βούλει, ἄκουε, τί γὰρ ἂν τἀληθῆ κρύπτοιμι; ὁ μὲν δὴ βασιλεὺς ἀπορρήτων τε λαμπρῶν ἀκροάσασθαι ᾤετο καὶ ἐς τὸ ξυντεῖνον τῆς ἀπωλείας τῶν ἀνδρῶν ἥκειν πάντα, ὁ δʼ ὡς μετέωρον αὐτὸν ὑπὸ τῆς δόξης ταύτης

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme