Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 7

33 εἶδεν, ἐγὼ ἔφη Νερούαν σωφρονέστατον ἀνθρώπων οἶδα καὶ πρᾳότατον καὶ σοὶ ἐπιτηδειότατον καὶ ἄρχοντα μὲν ἀγαθόν, εὐλαβῆ δʼ οὕτω πρὸς ὄγκον πραγμάτων, ὡς καὶ τὰς τιμὰς δεδιέναι, οἱ δὲ ἀμφʼ αὐτόν, Ῥοῦφον γάρ που λέγεις καὶ Ὄρφιτον, σώφρονες μὲν καὶ οἵδε οἱ ἄνδρες, ὁπόσα οἶδα, καὶ διαβεβλημένοι πρὸς πλοῦτον, νωθροὶ δὲ πράττειν ὁπόσα ἔξεστι, νεώτερα δὲ οὔτʼ ἂν αὐτοὶ ἐνθυμηθεῖεν οὔτʼ ἂν ἑτέρῳ ἐνθυμηθέντι ξυνάραιντο. ἀνοιδήσας δʼ ὁ βασιλεὺς ὑφʼ ὧν ἤκουσε συκοφάντην με οὖν εἶπεν ἐπʼ αὐτοῖς εἴληφας, ἵνʼ οὓς ἐγὼ μιαρωτάτους ἀνθρώπων καὶ τοῖς ἐμοῖς ἐπιπηδῶντας εὗρον, σὺ δʼ, ὡς χρηστοί τέ εἰσι ʽλέγεισʼ καὶ νωθροί; καὶ γὰρ ἂν κἀκείνους ἡγοῦμαι ὑπὲρ σοῦ ἐρωτωμένους μήθʼ ὡς γόης εἶ, φάναι, μήθʼ ὡς ἴτης μήθʼ ὡς ἀλαζὼν μήθʼ ὡς φιλοχρήματος μήθʼ ὡς φρονῶν ὑπὲρ τοὺς νόμους. οὕτως, ὦ μιαραὶ κεφαλαί, κακῶς ξυντέταχθε. ἐλέγξει δʼ ἡ κατηγορία πάντα· καὶ γὰρ ὁπόσα ὀμώμοται ὑμῖν καὶ ὑπὲρ ὧν καὶ ὁπότε καὶ τί θύσασιν, οὐδὲν μεῖον οἶδα, ἢ εἰ παρετύγχανόν τε καὶ ἐκοινώνουν. ὁ δὲ οὐδὲ ταῦτα ἐκπλαγεὶς αἰσχρόν, ἔφη βασιλεῦ, καὶ οὐκ ἐκ τῶν νόμων ἢ δικάζειν ὑπὲρ ὧν πέπεισαι ἢ πεπεῖσθαι ὑπὲρ ὧν μὴ ἐδίκασας. εἰ δʼ οὕτως ἔχει, ξυγχώρησον ἐνθένδε μοι τῆς ἀπολογίας ἄρξασθαι· κακῶς, ὦ βασιλεῦ, περὶ ἐμοῦ φρονεῖς, καὶ πλείω με ἀδικεῖς ἢ ὁ συκοφάντης, ἃ γὰρ ἐκεῖνος διδάξειν ἔφη, σὺ πρὶν ἀκοῦσαι πέπεισαι. τῆς μὲν ἀπολογίας εἶπεν ὁπόθεν βούλει, ἄρχου, ἐγὼ δὲ καὶ ἐς ὅ τι παύσομαι οἶδα καὶ ὁπόθεν ἤδη προσήκει ἄρξασθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme