Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 7

37 ὁ μὲν δὴ Συρακούσιος ἀγασθεὶς αὐτὸν ὡς ὑπερφιλοσοφοῦντα, ταυτὶ γὰρ εἰπὼν ἀπῆλθεν, ἐχώρει ἐκ τοῦ δεσμωτηρίου, ὁ δʼ Ἀπολλώνιος ἰδὼν ἐς τὸν Δάμιν ξυνίης ἔφη τοῦ Πύθωνος τούτου; ξυνίημι μὲν εἶπε ὑποκαθημένου τε καὶ ὑπαγομένου σε, τί δʼ ὁ Πύθων βούλεταί σοι καὶ τίς ὁ τοῦ ὀνόματος νοῦς, οὐκ οἶδα. ἐγένετο ἔφη Πύθων ὁ Βυζάντιος ἀγαθός, φασί, ῥήτωρ τὰ κακὰ πείθειν· οὗτος ὑπὲρ Φιλίππου τοῦ Αμύντου πρεσβεύων παρὰ τοὺς Ἕλληνας ὑπὲρ τῆς δουλείας αὐτῶν τοὺς μὲν ἄλλους εἴα, ἀλλʼ ἐν Ἀθηναίοις γε αὐτοῖς, ὅτε δὴ μάλιστά γε ῥητορικῇ ἔρρωντο, ἀδικεῖσθαί τε ὑπʼ αὐτῶν ἔφασκε τὸν Φίλιππον καὶ δεινὰ πράττειν Ἀθηναίους τὸ Ἑλληνικὸν ἐλευθεροῦντας. ὁ Πύθων ταῦτα ʽπολὺσʼ ῥέων, ὥς φασιν, ἀλλὰ Δημοσθένης ὁ Παιανιεὺς ἀντειπὼν θρασυνομένῳ μόνος, τὸ ἀνασχεῖν αὐτὸν τάττει ἐν τοῖς ἑαυτοῦ ἄθλοις. ἐγὼ δὲ τὸ μὴ ὑπαχθῆναι ἐς ἃ ἐδόκει τούτῳ οὐκ ἄν ποτε ἆθλον ἐμαυτοῦ φαίην, Πύθωνι δʼ αὐτὸν ταὐτὸν πράττειν ἔφην, ἐπειδὴ τυράννου τε μισθωτὸς ἀφίκετο καὶ ἀτόπων ξύμβουλος.
38 διαλέγεσθαι μὲν δὴ τὸν Ἀπολλώνιον πλείω τοιαῦτα, ἑαυτὸν δὲ ὁ Δάμις ἀπορεῖν μὲν ὑπὲρ τῶν παρόντων φησί, λύσιν δὲ αὐτῶν ὁρᾶν οὐδεμίαν, πλὴν ὅσαι παρὰ τῶν θεῶν εὐξαμένοις τισὶ κἀκ πολλῷ χαλεπωτέρων ἦλθον, ὀλίγον δὲ πρὸ μεσημβρίας ὦ Τυανεῦ, φάναι, σφόδρα γὰρ δὴ χαίρειν αὐτὸν τῇ προσρήσει τί πεισόμεθα; ὅ γε ἐπάθομεν, ἔφη πέρα δʼ οὐδέν, οὐδὲ ἀποκτενεῖ ἡμᾶς οὐδείς. καὶ τίς εἶπεν οὕτως ἄτρωτος; λυθήσῃ δὲ πότε; τὸ μὲν ἐπὶ τῷ δικάσαντι ἔφη τήμερον, τὸ δὲ ἐπʼ ἐμοὶ ἄρτι. καὶ εἰπὼν ταῦτα ἐξήγαγε τὸ σκέλος τοῦ δεσμοῦ καὶ πρὸς τὸν Δάμιν ἔφη ἐπίδειξιν πεποίημαί σοι τῆς ἐλευθερίας τῆς ἐμαυτοῦ καὶ θάρρει. τότε πρῶτον ὁ Δάμις φησὶν ἀκριβῶς ξυνεῖναι τῆς Ἀπολλωνίου φύσεως, ὅτι θεία τε εἴη καὶ κρείττων ἀνθρώπου, μὴ γὰρ θύσαντα, πῶς γὰρ ἐν δεσμωτηρίῳ; μηδʼ εὐξάμενόν τι, μηδὲ εἰπόντα καταγελάσαι τοῦ δεσμοῦ καὶ ἐναρμόσαντα αὖ τὸ σκέλος τὰ τοῦ δεδεμένου πράττειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme