Book 7
5
τραγῳδίας δὲ ὑποκριτοῦ παρελθόντος ἐς τὴν Ἔφεσον ἐπὶ τῇ Ἰνοῖ τῷ δράματι καὶ ἀκροωμένου τοῦ τῆς Ἀσίας ἄρχοντος, ὃς καίτοι νέος ὢν φανερὸς ἐν ὑπάτοις ἀτολμότερον ὑπὲρ τούτων διενοεῖτο, ὁ μὲν ὑποκριτὴς ἐπέραινεν ἤδη τὰ ἰαμβεῖα, ἐν οἷς ὁ Εὐριπίδης διὰ μακρῶν αὐξηθέντας τοὺς τυράννους ἁλίσκεσθαί φησιν ὑπὸ μικρῶν, ἀναπηδήσας δὲ ὁ Ἀπολλώνιος ἀλλʼ ὁ δειλὸς ἔφη οὗτος οὔτε Εὐριπίδου ξυνίησιν οὔτε ἐμοῦ.
6
καὶ μὴν καὶ λόγου ἀφικομένου, ὡς λαμπρὰν κάθαρσιν εἴη Δομετιανὸς πεποιημένος τῆς Ῥωμαίων Ἑστίας, ἐπειδὴ τρεῖς τῶν Ἑστιάδων ἀπέκτεινεν ἐπʼ αἰτίᾳ τῆς ζώνης καὶ τῷ μὴ καθαρεῦσαι γάμων, ἃς ἁγνῶς τὴν Ἰλιάδα Ἀθηνᾶν καὶ τὸ ἐκεῖ πῦρ θεραπεύειν ἔδει, εἰ γὰρ καὶ σὺ ἔφη καθαρθείης, Ἥλιε, τῶν ἀδίκων φόνων, ὧν πᾶσα ἡ οἰκουμένη μεστὴ νῦν. καὶ οὐδὲ ἰδίᾳ ταῦτα, ὥσπερ οἱ δειλοί, ἀλλʼ ἐν τῷ ὁμίλῳ καὶ ἐς πάντας ἐκήρυττέ τε καὶ ηὔχετο.
7
ἐπεὶ δὲ Σαβῖνον ἀπεκτονὼς ἕνα τῶν ἑαυτοῦ ξυγγενῶν Ἰουλίαν ἤγετο, ἡ δὲ Ἰουλία γυνὴ μὲν ἦν τοῦ πεφονευμένου, Δομετιανοῦ δὲ ἀδελφιδῆ, μία τῶν Τίτου θυγατέρων, ἔθυε μὲν ἡ Ἔφεσος τοὺς γάμους, ἐπιστὰς δὲ τοῖς ἱεροῖς ὁ Ἀπολλώνιος ὦ νὺξ ἔφη τῶν πάλαι Δαναΐδων, ὡς μία ἦσθα. καὶ μὴν καὶ τὰ ἐν τῇ Ῥώμῃ ὧδε αὐτῷ ἐπράττετο·