Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 7

11 ἄγει δὲ αὐτοὺς εἰπὼν ταῦτα ἐς τὸ Κικέρωνος τοῦ παλαιοῦ χωρίον, ἔστι δὲ τοῦτο πρὸς τῷ ἄστει. ἱζησάντων δὲ ὑπὸ πλατάνῳ οἱ μὲν τέττιγες ὑποψαλλούσης αὐτοὺς τῆς αὔρας ἐν ᾠδαῖς ἦσαν, ἀναβλέψας δὲ ἐς αὐτοὺς ὁ Δημήτριος ὦ μακάριοι ἔφη καὶ ἀτεχνῶς σοφοί, ὡς ἐδίδαξάν τε ὑμᾶς ᾠδὴν ἄρα Μοῦσαι μήπω ἐς δίκας ἢ διαβολὰς ὑπαχθεῖσαν, γαστρός τε κρείττους ἐποίησαν καὶ ἀνῴκισαν τοῦ ἀνθρωπείου φθόνου ἐς ταυτὶ τὰ δένδρα, ἐφʼ ὧν ὄλβιοι τὴν ἐφʼ ὑμῶν τε καὶ Μουσῶν εὐδαιμονίαν ᾅδετε. ὁ δὲ Ἀπολλώνιος ξυνίει μέν, οἷ τείνει ταῦτα, διαβαλὼν δʼ αὐτὰ ὡς ἀργότερα τῆς ἐπαγγελίας, εἶτα εἶπε τεττίγων βουληθεὶς διελθεῖν ἔπαινον οὐκ ἐς τὸ φανερὸν διῄεις αὐτόν, ἀλλʼ ἐνταῦθα πτήξας, ὥσπερ δημοσίᾳ κειμένου νόμου μηδένα ἐπαινεῖν τέττιγας; οὐχ ὑπὲρ ἐπαίνου ἔφη ταῦτα εἶπον, ἀλλʼ ἐνδεικνύμενος, ὅτι τούτοις μὲν ἀνεῖται τὰ αὐτῶν μουσεῖα, ἡμῖν δὲ οὐδὲ γρύξαι συγγνώμη, ἀλλʼ ἔγκλημα ἡ σοφία εὕρηται, καὶ ἡ μὲν Ἀνύτου καὶ Μελήτου γραφὴ Σωκράτης φησὶν ἀδικεῖ διαφθείρων τοὺς νέους καὶ δαιμόνια καινὰ ἐπεσάγων, ἡμᾶς δὲ οὑτωσὶ γράφονται· ἀδικεῖ ὁ δεῖνα σοφὸς ὢν καὶ δίκαιος καὶ ξυνιεὶς μὲν θεῶν, ξυνιεὶς δὲ ἀνθρώπων, νόμων τε πέρι πολλὰ εἰδώς. σὺ δʼ, ὅσῳ περ ἡμῶν σοφώτατος, τοσούτῳ σοφωτέρα κατηγορία ἐπὶ σὲ εὕρηται· βούλεται γάρ σε Δομετιανὸς μετέχειν τῶν ἐγκλημάτων, ἐφʼ οἷς Νερούας τε καὶ οἱ ξὺν αὐτῷ φεύγουσι. φεύγουσι δʼ ἦδʼ ὃς ἐπὶ τῷ; ἐπὶ τῇ μεγίστῃ γε ἔφη τῶν νῦν αἰτιῶν, ὡς δοκεῖ τῷ διώκοντι· φησὶ γὰρ αὐτοὺς ἐπὶ τὴν ἀρχὴν τὴν αὑτοῦ πηδῶντας ᾑρηκέναι, σὲ δὲ ἐξορμῆσαι τοὺς ἄνδρας ἐς ταῦτα παῖδα, οἶμαι, τεμόντα. μῶν ἔφη ὡς ὑπʼ εὐνούχου ἡ ἀρχὴ καταλυθείη; οὐ τοῦτο ἔφη συκοφαντούμεθα, φασὶ δʼ , ὡς παῖδα θύσαις ὑπὲρ μαντικῆς, ἣν τὰ νεαρὰ τῶν σπλάγχνων φαίνει, πρόσκειται δὲ τῇ γραφῇ καὶ περὶ ἀμπεχόνης καὶ διαίτης καὶ τὸ ἔστιν ὑφʼ ὧν προσκυνεῖσθαί σε. ταυτὶ γὰρ Τελεσίνου ἤκουον ἀνδρὸς ἐμοί τε καὶ σοὶ ἐπιτηδείου. ἕρμαιον, εἶπεν εἰ Τελεσίνῳ ἐντευξόμεθα, λέγεις γάρ που τὸν φιλόσοφον, ὃς ἐπὶ Νέρωνος ἐν ὑπάτοις ἦρξεν, ἐκεῖνον μὲν οὖν ἔφη λέγω, ξυγγένοιο δʼ ἂν αὐτῷ τίνα τρόπον; αἱ γὰρ τυραννίδες ὑποπτότεραι πρὸς τοὺς ἐν ἀξίᾳ πάντας, ἢν ἐς κοινὸν ἴωσι λόγον τοῖς ἐν οἵᾳ σὺ νῦν αἰτίᾳ, Τελεσῖνος δὲ καὶ τῷ κηρύγματι ὑπεξῆλθεν, ὃ κεκήρυκται νῦν ἐς φιλοσοφίαν πᾶσαν, ἀσπασάμενος μᾶλλον τὸ φεύγειν ὡς φιλόσοφος ἢ τὸ ὡς ὕπατος μένειν. μὴ κινδυνευέτω εἶπεν ὁ ἀνὴρ ἐμοῦγε ἕνεκα, ἱκανῶς γὰρ ὑπὲρ φιλοσοφίας κινδυνεύει. ἀλλʼ ἐκεῖνό μοι εἰπέ, Δημήτριε, τί δοκῶ σοι λέγων ἢ τί πράττων εὖ θήσεσθαι τὸν ἐμαυτοῦ φόβον; μὴ παίζων, ἔφη μηδέ, ἃ δέδιας, φοβεῖσθαι λέγων, εἰ γὰρ φοβερὰ ἡγοῦ ταῦτα, κἂν ᾤχου ἀποδρὰς τὸν ὑπὲρ αὐτῶν λόγον. σὺ δʼ ἂν ἀπέδρας, εἶπεν εἰ περὶ ὧν ἐγὼ ἐκινδύνευες;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme