Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 8

14 περὶ δὲ ὄρθρον ἐρομένου αὐτὸν τοῦ Δημητρίου, ποῖ τῆς γῆς τρέψοιτο, καὶ κτυπεῖσθαι δοκοῦντος τὰ ὦτα ὑπὸ ἐννοίας ἱππέων, οὓς ᾤετο ἐπικεῖσθαι ἤδη τῷ Ἀπολλωνίῳ διὰ τὴν ὀργὴν τοῦ τυράννου διώξεται μέν, ἔφη με οὐδὲ αὐτός, οὐδὲ ἕτερος, ἐμοὶ δὲ ἐς τὴν Ἑλλάδα ὁ πλοῦς ἔσται. σφαλερός γε, εἶπε τὸ γὰρ χωρίον φανερώτατον· ὃν δὲ μηδʼ ἂν ἐν τῷ ἀφανεῖ διαφύγοις, πῶς ἂν ἐν τῷ φανερῷ λάθοις; οὐ δέομαι ἔφη λανθάνειν, εἰ γάρ, ὡς σὺ οἴει, τοῦ τυράννου ἡ γῆ πᾶσα, βελτίους οἱ ἐν τῷ φανερῷ ἀποθνήσκοντες τῶν ἐν τῷ ἀφανεῖ ζώντων. καὶ πρὸς τὸν Δάμιν αἰσθάνῃ ἔφη νεὼς ἀφιείσης ἐς Σικελίαν; αἰσθάνομαι, εἶπε καὶ γὰρ ἐπὶ θαλάττῃ καταλύομεν καὶ ὁ κηρύττων ἀγχοῦ θυρῶν, στέλλεταί τε ἡ ναῦς ἤδη· ξυμβάλλομαι δʼ αὐτὸ τῇ τῶν ἐμπλεόντων βοῇ καὶ οἷς περὶ τὴν ἀναίρεσιν τῶν ἀγκυρῶν πράττουσιν. ἐπιβῶμεν εἶπε τῆς νεὼς ταύτης, ὦ Δάμι, πλευσούμενοι νῦν μὲν ἐς Σικελίαν, ἐκεῖθεν δʼ ἐς Πελοπόννησον. ξυνδοκεῖ μοι, ἔφη

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme