Book 8
15
καὶ πλέωμεν. καὶ προσειπόντες τὸν Δημήτριον ἀθύμως ἐπʼ αὐτοῖς ἔχοντα θαρρεῖν τε παραινέσαντες ὡς ἄνδρα ὑπὲρ ἀνδρῶν, ἔπλευσαν ἐπὶ Σικελίας ἀνέμῳ ἐπιτηδείῳ, Μεσσήνην τε παραπλεύσαντες ἐγένοντο ἐν Ταυρομενίῳ τριταῖοι. μετὰ ταῦτʼ ἐπὶ Συρακουσῶν κομισθέντες ἀνήγοντο ἐς Πελοπόννησον περὶ μετοπώρου ἀρχάς, ὑπεράραντες δὲ τοῦ πελάγους ἀφίκοντο διʼ ἡμέρας ἕκτης ἐπὶ τὰς τοῦ Ἀλφειοῦ ἐκβολάς, ἀφʼ ὧν ὁ ποταμὸς οὗτος Ἀδρίᾳ καὶ Σικελικῷ πελάγει ἐπιχεῖται πότιμος. ἀποβάντες οὖν τῆς νεὼς καὶ πολλοῦ ἄξιον ἡγούμενοι τὸ ἐς Ὀλυμπίαν ἥκειν διῃτῶντο ἐν τῷ ἱερῷ τοῦ Διός, οὐδαμοῦ ὑπὲρ Σκιλλοῦντα ἀποφοιτῶντες, φήμης δʼ ἀθρόας τε καὶ ξυντόνου κατασχούσης τὸ Ἑλληνικὸν ζῆν τὸν ἄνδρα καὶ ἀφῖχθαι ἐς Ὀλυμπίαν, καταρχὰς μὲν ἐδόκει μὴ ἐρρῶσθαι ὁ λόγος, πρὸς γὰρ τῷ μὴ ἐλπίδος τι ἀνθρωπείας ἐπʼ αὐτῷ ἔχειν, ἐπειδὴ δεδέσθαι αὐτὸν ἤκουσαν, οὐδὲ ἐκείνων ἀνήκοοι ἦσαν ἀποθανεῖν καταφλεχθέντα, οἱ δʼ ἑλχθῆναι ζῶντα καταπαγέντων ἐς τὰς κλεῖδας αὐτοῦ ἀγκίστρων, οἱ δʼ ἐῶσθαι ἐς βάραθρον, οἱ δʼ ἐς βυθόν, ἐπειδὴ δὲ ἥκειν ἐπιστεύθη, οὐδʼ ἐπʼ Ὀλυμπιάδα οὐδεμίαν μετέωρος οὕτω ξυνῄει ἡ Ἑλλάς, ὡς ἐπʼ ἐκεῖνον τότε, Ἦλις μὲν καὶ Σπάρτη αὐτόθεν, Κόρινθος δὲ ἀπὸ τῶν τοῦ Ἰσθμοῦ ὁρίων, Ἀθηναῖοι δέ, εἰ καὶ Πελοποννήσου ἔξω, ἀλλʼ οὐκ ἐλείποντο τῶν πόλεων, αἳ ἐπὶ θύραις εἰσὶ τῆς Πίσης, αὐτοὶ μάλιστα οἱ ἐπικυδέστατοι Ἀθηναίων ἐς τὸ ἱερὸν στείχοντες καὶ νεότης ἡ ἐξ ἁπάσης τῆς γῆς Ἀθήναζε φοιτῶσα. καὶ μὴν καὶ Μεγαρόθεν τινὲς ἐπεχωρίασαν τῇ Ὀλυμπίᾳ τότε κἀκ Βοιωτῶν πολλοὶ κἀργόθεν Φωκέων τε καὶ Θετταλῶν ὅ τι εὐδόκιμον, οἱ μὲν ξυγγεγονότες ἤδη τῷ Ἀπολλωνίῳ ἀνακτησόμενοι σοφίαν, ἐπειδὴ πλειόνων τε καὶ θαυμασιωτέρων ἀκροάσασθαι ᾤοντο, οἱ δʼ ἄπειροι αὐτοῦ δεινὸν ἡγούμενοι τοιοῦδε ἀνδρὸς ἀνήκοοι φαίνεσθαι. πρὸς μὲν δὴ τοὺς ἐρωτῶντας, ὅτῳ τρόπῳ διαφύγοι τὸν τύραννον, οὐδὲν ᾤετο δεῖν φορτικὸν φράζειν, ἀλλʼ ἀπολελογῆσθαί τε ἔφασκε καὶ σεσῶσθαι, πολλῶν δʼ ἐξ Ἰταλίας ἡκόντων, οἳ ἐκήρυττον τὰ ἐν τῷ δικαστηρίῳ, διέκειτο μὲν ἡ Ἑλλὰς οὐ πόρρω τοῦ προσκυνεῖν αὐτόν, θεῖον ἡγούμενοι ἄνδρα διʼ αὐτὸ μάλιστα τὸ μηδʼ ἐς κόμπον μηδένα ὑπὲρ αὐτῶν καθίστασθαι.