Book 8
27
ἔτʼ ἀπιστουμένων τούτων ἦλθον οἱ τῶν εὐαγγελίων δρόμοι μάρτυρες τῆς σοφίας τοῦ ἀνδρός, καὶ γὰρ ἡ τοῦ τυράννου σφαγὴ καὶ ἡ τοῦτο ἐνεγκοῦσα ἡμέρα καὶ ἡ μεσημβρία καὶ οἱ κτείνοντες, πρὸς οὓς ἡ παρακέλευσις, οὕτως εἶχεν, ὡς οἱ θεοὶ τούτων ἕκαστα διαλεγομένῳ τῷ ἀνδρὶ ἀνέφαινον. τριάκοντα δʼ ἡμέραις μετὰ ταῦτα ἐπιστείλαντος αὐτῷ τοῦ Νερούα τὴν μὲν ἀρχὴν ἤδη τῶν Ῥωμαίων ἔχειν θεῶν τε βουλαῖς κἀκείνου, κατασχεῖν δʼ ἂν αὐτὴν ῥᾷον, εἰ ξύμβουλος αὐτῷ ἔλθοι, τὸ μὲν αὐτίκα ἐκεῖνο γράφει πρὸς αὐτὸν αἴνιγμα· ξυνεσόμεθα, ὦ βασιλεῦ, χρόνον ἀλλήλοις πλεῖστον, ὃν μήτε ἡμεῖς ἑτέρου, μήτʼ ἄλλος ἡμῶν ἄρξει συνιεὶς ἴσως ἑαυτοῦ τε, ὡς μετʼ οὐ πολὺ μεταστησομένου ἀνθρώπων, Νερούα τε, ὡς χρόνον βραχὺν ἄρξοντος, ἐς ἐνιαυτὸν γὰρ καὶ μῆνας τέτταρας τὰ τῆς βασιλείας αὐτῷ προὔβη σωφρονεστάτῳ δόξαντι·
28
ἵνα δὲ μὴ ἀμελῶν φαίνοιτο φίλου τε ἀγαθοῦ καὶ ἄρχοντος, ξυνέθηκε μετὰ ταῦτα πρὸς αὐτὸν ἐπιστολὴν ξύμβουλον τῶν ἀρχικῶν καὶ καλέσας τὸν Δάμιν σοῦ ἔφη δεῖται ταῦτα, τὰ γὰρ ἀπόρρητα τῆς ἐπιστολῆς γέγραπται μὲν πρὸς τὸν βασιλέα, ἔστι δʼ οἷα ἢ ὑπʼ ἐμοῦ λέγεσθαι ἢ διὰ σοῦ. καὶ ὀψὲ ὁ Δάμις ξυνεῖναί φησι τῆς τέχνης, τὴν μὲν γὰρ ἐπιστολὴν ἄριστά τε αὐτῷ καὶ ὑπὲρ μεγάλων ξυγγεγράφθαι, πεμφθῆναι δʼ ἂν καὶ διʼ ἑτέρου. τίς οὖν ἡ τέχνη τοῦ ἀνδρός; πάντα τὸν χρόνον, ὃν ἐβίω, λέγεται θαμὰ ἐπιφθέγγεσθαι λάθε βιώσας, εἰ δὲ μὴ δύναιο, λάθε ἀποβιώσας· ἀπάγων οὖν ἑαυτοῦ τὸν Δάμιν, ἵνα μὴ ὑπὸ μάρτυσι καταλύοι, τὴν ἐπιστολὴν ἐσκήψατο καὶ τὸ ἀναφοιτῆσαι αὐτὸν ἐς τὴν Ῥώμην. αὐτὸς μὲν δὴ παθεῖν τι ἀπιὼν αὐτοῦ φησιν οὐδὲ εἰδὼς τὰ μέλλοντα, τὸν δʼ εὖ εἰδότα μηδὲν μέν οἱ εἰπεῖν, ὥσπερ εἰώθασιν οἱ μηκέτʼ ἀλλήλους ὀψόμενοι, τοσοῦτον αὐτῷ περιεῖναι τοῦ πεπεῖσθαι, ὅτι ἀεὶ ἔσται, παρεγγυῆσαι δὲ ὧδε· ὦ Δάμι, κἂν ἐπὶ σεαυτοῦ φιλοσοφῇς, ἐμὲ ὅρα.