Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 8

5 ὁ δʼ, ὡς ἄριστα ξυμβουλεύσαντος ἐπαινέσας ἐκέλευσε τὸν ἄνδρα κατὰ τὴν τοῦ συκοφάντου ξυμβουλίαν ἀπολογεῖσθαι, τὰς μὲν ἄλλας παρελθὼν αἰτίας, ὡς οὐκ ἀξίας καταστῆσαί τινα ἐς λόγον, ὑπὲρ τεττάρων δέ, ἃς ἀπόρους τε καὶ δυσαποκρίτους ᾤετο, ὧδε ἐρωτήσας· τί γὰρ μαθών, ἔφη Ἀπολλώνιε, οὐ τὴν αὐτὴν ἔχεις ἅπασι στολήν, ἀλλʼ ἰδίαν τε καὶ ἐξαίρετον; ὅτι με εἶπεν ἡ τρέφουσα γῆ καὶ ἀμφιέννυσι, ζῷα δὲ ἄθλια οὐκ ἐνοχλῶ. πάλιν ἤρετο τοῦ χάριν οἱ ἄνθρωποι θεόν σε ὀνομάζουσιν; ὅτι πᾶς εἶπεν ἄνθρωπος ἀγαθὸς νομιζόμενος θεοῦ ἐπωνυμίᾳ τιμᾶται. ὁ λόγος οὗτος ὁπόθεν ἐφιλοσοφήθη τῷ ἀνδρί, δεδήλωκα ἐν τοῖς Ἰνδῶν λόγοις. τρίτον ἤρετο ὑπὲρ τοῦ ἐν Ἐφέσῳ λοιμοῦ πόθεν γὰρ ἔφη ὁρμώμενος ἢ τῷ ξυμβαλλόμενος προεῖπας τῇ Ἐφέσῳ νοσήσειν αὐτούς; λεπτοτέρᾳ, εἶπεν ὦ βασιλεῦ, διαίτῃ χρώμενος πρῶτος τοῦ δεινοῦ ᾐσθόμην· εἰ δὲ βούλει, λέγω καὶ λοιμῶν αἰτίας. ὁ δʼ, οἶμαι, δείσας μὴ τὴν ἀδικίαν καὶ τοὺς μὴ καθαροὺς γάμους καὶ ὁποῖα οὐκ εὐλόγως ἔπραττεν, ἐπιγράψῃ ταῖς τοιαύταις νόσοις οὐ δέομαι ἔφη τοιᾶσδε ἀποκρίσεως. ἐπεὶ δὲ τὴν τετάρτην ἐρώτησιν ἐπέφερεν ἐς τοὺς ἄνδρας, οὐκ εὐθὺς ὥρμησεν, ἀλλὰ πολὺν μὲν χρόνον διαλιπών, πολλὰ δὲ ἐνθυμηθείς, ἰλιγγιῶντι δὲ ὅμοιος ἠρώτησεν οὐ κατὰ τὴν ἁπάντων δόξαν· οἱ μὲν γὰρ ᾤοντο αὐτὸν ἐκπηδήσαντα τοῦ πλάσματος μήτε τῆς προσηγορίας ἀφέξεσθαι τῶν ἀνδρῶν, σχέτλιά τε ὑπὲρ τῆς θυσίας βοήσεσθαι, ὁ δὲ οὐχ ὧδε, ἀλλʼ ὑφέρπων τὴν ἐρώτησιν εἰπέ μοι ἔφη προελθὼν τῆς οἰκίας τῇ δεῖνι ἡμέρᾳ καὶ ἐς ἀγρὸν πορευθεὶς τίνι ἐθύσω τὸν παῖδα; καὶ ὁ Ἀπολλώνιος ὥσπερ μειρακίῳ ἐπιπλήττων εὐφήμει, ἔφη εἰ μὲν γὰρ προῆλθον τῆς οἰκίας, ἐγενόμην ἐν ἀγρῷ, εἰ δὲ τοῦτο, καὶ ἔθυσα, εἰ δὲ ἔθυσα, καὶ ἔφαγον. λεγόντων δὲ αὐτὰ οἱ πίστεως ἄξιοι. τοιαῦτα τοῦ ἀνδρὸς εἰπόντος καὶ ἐπαίνου ἀρθέντος μείζονος ἢ βασίλειον ξυγχωρεῖ δικαστήριον, ξυμμαρτυρεῖν αὐτῷ νομίσας ὁ βασιλεὺς τοὺς παρόντας καὶ παθών τι πρὸς τὰς ἀποκρίσεις, ἐπειδὴ ἔρρωντό τε καὶ νοῦν εἶχον ἀφίημί σε εἶπε τῶν ἐγκλημάτων, περιμενεῖς δέ, ἔστʼ ἂν ἰδίᾳ ξυγγενώμεθα. ὁ δὲ ἐπιρρώσας ἑαυτὸν σοὶ μὲν χάρις, ὦ βασιλεῦ, ἔφη διὰ δὲ τοὺς ἀλιτηρίους τούτους ἀπολώλασι μὲν αἱ πόλεις, πλήρεις δʼ αἱ νῆσοι φυγάδων, ἡ δὲ ἤπειρος οἰμωγῆς, τὰ δὲ στρατεύματα δειλίας, ἡ δὲ ξύγκλητος ὑπονοίας. δός, εἰ βούλοιο, κἀμοὶ τόπον, εἰ δὲ μή, πέμπε τὸν ληψόμενόν μου τὸ σῶμα, τὴν γὰρ ψυχὴν ἀδύνατον· μᾶλλον δὲ οὐδʼ ἂν τὸ σῶμα τοὐμὸν λάβοις, οὐ γάρ με κτενέεις, ἐπεὶ οὔτοι μόρσιμός εἰμι. καὶ εἰπὼν ταῦτα ἠφανίσθη τοῦ δικαστηρίου, τόν τε παρόντα καιρὸν εὖ τιθέμενος ὑπὲρ ὧν οὐδʼ ἁπλῶς ὁ τύραννος, ἀλλὰ καὶ ἐκ περιουσίας ἐρωτήσων δῆλος ἦν — ἐμεγαλοφρονεῖτο γάρ που τῷ μὴ ἀπεκτονέναι αὐτὸν — τοῦ τε μὴ ἐς τὰ τοιαῦτα ὑπαχθῆναι προορῶν. τυχεῖν δʼ αὖ τούτου ἄριστα ἡγεῖτο, εἰ μὴ ἀγνοοῖτο τῆς φύσεως, ἀλλὰ γιγνώσκοιτο, ὡς ἔχοι τοῦ μὴ ἄν ποτε ἁλῶναι ἄκων. καὶ γὰρ τὸ δέος τὸ περὶ τοῖς ἀνδράσιν εὖ ἤδη αὐτῷ εἶχεν, ὑπὲρ ὧν γὰρ μηδὲ ἐρέσθαι τι ὁ τύραννος ὥρμησε, πῶς ἂν τούτους ἐς τὸ πιθανὸν ἀπέκτεινεν ἐπὶ ταῖς οὐκ ἐν δικαστηρίῳ πεπιστευμέναις αἰτίαις; τοιάδε εὗρον τὰ ἐν τῇ δίκῃ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme