Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 8

6 ἐπεὶ δὲ καὶ λόγος μὲν αὐτῷ ξυνεγράφη τις ὡς πρὸς ὕδωρ ἐς τὴν ἀπολογίαν ἀφήσοντι, ξυνεῖλε δὲ αὐτὸν ὁ τύραννος ἐς ἃς εἴρηκα ἐρωτήσεις, ἀναγεγράφθω καὶ ὁ λόγος. οὐκ ἀγνοῶ μὲν γάρ, ὅτι διαβαλοῦσιν αὐτὸν οἱ τὰς βωμολόχους ἰδέας ἐπαινοῦντες, ὡς ἧττον μέν, ἢ αὐτοί φασι δεῖν, κεκολασμένον, ὑπεραίροντα δὲ τοῖς τε ὀνόμασι καὶ ταῖς γνώμαις, τὸν δὲ ἄνδρα ἐνθυμουμένῳ οὔ μοι δοκεῖ ὁ σοφὸς ὑγιῶς ἂν ὑποκρίνεσθαι τὸ ἑαυτοῦ ἦθος πάρισα ἐπιτηδεύων καὶ ἀντίθετα καὶ κροτάλου δίκην κτυπῶν τῇ γλώττῃ, ῥητορικοῖς μὲν γὰρ πρὸς τρόπου ταῦτα καὶ οὐδὲ ἐκείνοις δεῖ· δεινότης γὰρ ἐν δικαστηρίοις ἡ μὲν φανερὰ κἂν διαβάλοι τινὰ ὡς ἐπιβουλεύοντα τοῖς ψηφιουμένοις, ἡ δʼ ἀφανὴς κἂν ἀπέλθοι κρατοῦσα, τὸ γὰρ λαθεῖν τοὺς δικάζοντας, ὡς δεινός ἐστιν, ἀληθεστέρα δεινότης. σοφῷ δὲ ἀνδρὶ ἀπολογουμένῳ, οὐ γὰρ κατηγορήσει γε ὁ σοφός, ἃ ἐπιτιμᾶν ἔρρωται, ἤθους τε δεῖ ἑτέρου παρὰ τοὺς δικανικοὺς ἄνδρας, λόγου τε κατεσκευασμένου μέν, μὴ δοκοῦντος δέ, καὶ ὑπόσεμνος ἔστω καὶ μὴ πολὺ ἀποδέων τοῦ ὑπερόπτης εἶναι ἔλεός τε ἀπέστω λέγοντος· ὁ γὰρ μὴ ἀντιβολῆσαι ξυγχωρῶν τί ἂν οὗτος ἐπὶ ἐλέῳ εἴποι; τοιόσδε ὁ λόγος δόξει τοῖς γε μὴ μαλακῶς ἀκροασομένοις ἐμοῦ τε καὶ τοῦ ἀνδρός· ξυνετέθη γὰρ αὐτῷ ὧδε·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme