Book 8
8
ὧδε μὲν δὴ τῷ ἀνδρὶ τὰ ἐκ παρασκευῆς εἶχεν, ἐπὶ τελευτῇ δʼ εὗρον τοῦ λόγου τὰ τελευταῖα τοῦ προτέρου τὸ οὐ γάρ με κτενέεις, ἐπεὶ οὔτοι μόρσιμός εἰμι, καὶ τὰ πρὸ τούτου ἔτι, ἀφʼ ὧν τοῦτο. ἐπεὶ δὲ ἀπῆλθε τοῦ δικαστηρίου δαιμόνιόν τε καὶ οὐ ῥᾴδιον εἰπεῖν τρόπον, οὐκ ἔπαθεν ὁ τύραννος, ὅπερ οἱ πολλοὶ ᾤοντο· οἱ μὲν γὰρ ᾤοντο αὐτὸν σχέτλια ὑπὲρ τούτου βοήσεσθαι καὶ δίωξιν ποιήσεσθαι τοῦ ἀνδρὸς κηρύξειν τε ἐς τὴν αὑτοῦ πᾶσαν, μηδαμοῦ παριτητέα εἶναί οἱ, ὁ δʼ οὐδὲν τούτων, ἀλλʼ ὥσπερ ἀγωνιζόμενος πρὸς τὴν τῶν πολλῶν δόξαν ἢ ξυνιεὶς λοιπόν, ὅτι μηδὲν ἐπὶ τὸν ἄνδρα οἱ αὔταρκες. εἰ δʼ ὑπερεώρα, ξυμβαλώμεθα τοῖς ἐφεξῆς, φανείη γὰρ ἂν ξυνταραχθεὶς μᾶλλον ἢ καταφρονήσας·
9
ἠκροᾶτο μὲν γὰρ ἑτέρας ἐπʼ ἐκείνῃ δίκης, πόλις δʼ ἦν ἀγωνιζομένη πρὸς ἄνδρα ὑπὲρ διαθηκῶν, οἶμαι, διέφευγον δʼ αὐτὸν οὐ μόνον τὰ τῶν δικαζομένων ὀνόματα, ἀλλὰ καὶ ὁ νοῦς τῆς δίκης, ἀνόητοι μὲν γὰρ αἱ ἐρωτήσεις ἦσαν, αἱ δʼ ἀποκρίσεις οὐδʼ ὑπὲρ ὧν ἡ κρίσις· ἃ σφόδρα ἤλεγχε τὸν τύραννον, ὡς ἐξεπέπληκτό τε καὶ ἠπόρει διʼ αὐτὸ μάλιστα τὸ πεπεῖσθαι πρὸς τῶν κολακευόντων, ὅτι μηδὲν ἂν διαφύγοι αὐτόν.
10
οὕτω τὸν τύραννον διαθεὶς καὶ παίγνιον τῆς ἑαυτοῦ φιλοσοφίας ἀποφήνας τὸν Ἕλλησί τε καὶ βαρβάροις φοβερὸν πᾶσι πρὸ μεσημβρίας μὲν ἀπῆλθε τοῦ δικαστηρίου, περὶ δείλην δʼ ἐν Δικαιαρχίᾳ ἐφάνη Δημητρίῳ τε καὶ Δάμιδι, καὶ τοῦτʼ ἄρʼ ἦν τὸ παρακελεύσασθαι αὐτὸν τῷ Δάμιδι μὴ περιμείναντι τὴν ἀπολογίαν πεζεῦσαι ἐς Δικαιαρχίαν· τὰ μὲν γὰρ βεβουλευμένα οὐ προὔλεγε, τὸν δʼ ἑαυτῷ ἐπιτηδειότατον ἐκέλευε πράττειν, ἃ τοῖς βεβουλευμένοις εἵπετο.