Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 8

12 ἀνολοφυραμένου δὲ τοῦ Δάμιδος καί τι καὶ τοιοῦτον εἰπόντος ἆρʼ ὀψόμεθά ποτε, ὦ θεοί, τὸν καλόν τε καὶ ἀγαθὸν ἑταῖρον; ἀκούσας ὁ Ἀπολλώνιος, καὶ γὰρ δὴ καὶ ἐφεστὼς ἤδη τῷ νυμφαίῳ ἐτύγχανεν, ὄψεσθε, εἶπε μᾶλλον δὲ ἑωράκατε. ζῶντα; ἔφη ὁ Δημήτριος εἰ δὲ τεθνεῶτα, οὔπω πεπαύμεθα ἐπὶ σοὶ κλάοντες. προτείνας οὖν ὁ Ἀπολλώνιος τὴν χεῖρα λαβοῦ μου, ἔφη κἂν μὲν διαφύγω σε, εἴδωλόν εἰμί σοι ἐκ Φερσεφάττης ἧκον, οἷα φαίνουσιν οἱ χθόνιοι θεοὶ τοῖς ἀθυμοτέροις τὰ πένθη, εἰ δὲ ὑπομείναιμι ἁπτόμενον, πεῖθε καὶ Δάμιν ζῆν τέ με καὶ μὴ ἀποβεβληκέναι τὸ σῶμα. οὐκέθʼ οἷοι ἀπιστεῖν ἦσαν, ἀλλʼ ἀναστάντες ἐξεκρέμαντο τοῦ ἀνδρὸς καὶ ἠσπάζοντο ὑπέρ τε τῆς ἀπολογίας ἠρώτων· ὁ μὲν γὰρ Δημήτριος οὐδʼ ἀπολελογῆσθαι αὐτόν, ἀπολέσθαι γὰρ ἂν καὶ μὴ ἀδικοῦντα, Δάμις δʼ ἀπολελογῆσθαι μέν, θᾶττον δʼ ἴσως, οὐ γὰρ ἐπʼ ἐκείνης γε τῆς ἡμέρας ᾤετο. ὁ δʼ Ἀπολλώνιος ἀπολελόγημαι, ἔφη ὦ ἄνδρες, καὶ νικῶμεν, γέγονε δέ μοι τὰ τῆς ἀπολογίας τήμερον οὐ πρὸ πολλοῦ τῆς ἡμέρας, προῄει γὰρ ἤδη ἐς μεσημβρίαν. πῶς οὖν ἔφη ὁ Δημήτριος τοσήνδε ὁδὸν ἐν σμικρῷ τῆς ἡμέρας ἤνυσας; καὶ ὁ Ἀπολλώνιος πλὴν κριοῦ ἔφη καὶ πτερῶν κηροῦ ξυγκειμένων πάντα οἴου, θεὸν ἐπιγράφων τῇ πομπῇ ταύτῃ. πανταχοῦ μὲν ἦ δʼ ὁ Δημήτριος τῶν σῶν ἔργων τε καὶ λόγων θεὸν ἀεί τινα προορᾶν ἡγοῦμαι, παρʼ οὗ τὰ σὰ οὕτως ἔχει, τὴν δʼ ἀπολογίαν, ἥ τις γέγονε καὶ ἅττα ἡ κατηγορία εἶχε καὶ τὸ τοῦ δικάζοντος ἦθος καὶ ὅ τι ἤρετο καὶ ὅτῳ ξυγκατέθετο ἢ ὅτῳ μή, λέγε ὁμοῦ πάντα, ἵνα καὶ Τελεσίνῳ ἕκαστα φράζοιμι, οὐ γὰρ ἀνήσει ἐρωτῶν τὰ σά, ὅς γε καὶ πρὸ πεντεκαίδεκα ἴσως ἡμερῶν ἐμοὶ ξυμπίνων ἐν Ἀνθίῳ κατέδαρθε μὲν ἐπὶ τῆς τραπέζης, μεσούσης δʼ αὐτῷ τῆς κύλικος ἔδοξεν ὄναρ πῦρ ἐν τῇ γῇ πελαγίσαν τοὺς μὲν ἀπολαμβάνειν τῶν ἀνθρώπων, τοὺς δὲ φθάνειν ὑποφεύγοντας, καὶ γὰρ δὴ καὶ ῥεῖν αὐτὸ παραπλησίως τῷ ὕδατι, σὲ δʼ οὐχ ὅπερ οἱ πολλοὶ παθεῖν, ἀλλὰ διανεῦσαι αὐτοῦ σχισθέντος. ἐπὶ δὲ τῷ ἐνυπνίῳ τούτῳ θεοῖς εὐξυμβόλοις ἔσπεισεν ἐμοί τε παρεκελεύσατο ὑπὲρ σοῦ θαρρεῖν. καὶ ὁ Ἀπολλώνιος οὐ θαυμάζω Τελεσῖνον εἶπεν ὑπερκαθεύδοντα, καὶ γὰρ δὴ καὶ ὑπερεγρήγορέ μου πάλαι, τὰ δʼ ὑπὲρ τῆς δίκης πεύσεσθε μέν, οὐ μὴν ἐνταῦθα, δείλη τε γὰρ ἱκανῶς ἤδη καὶ βαδίζειν ὥρα ἐς ἄστυ, ἡδίους δʼ οἱ καθʼ ὁδὸν λόγοι παραπέμψαι βαδίζοντας. ἴωμεν οὖν διαλαλοῦντες ὑπὲρ ὧν ἐρωτᾶτε, λέξω δὲ τὰ τήμερον δήπου ἐν τῷ δικαστηρίῳ πραχθέντα. τὰ γὰρ πρὸ τῆς κρίσεως ἄμφω ἴστε, σὺ μὲν παρατυχών, σὺ δʼ ἠκροαμένος, οἶμαι, τούτου, μὰ Δία, οὐχ ἅπαξ, ἀλλὰ καὶ πάλιν, εἰ μὴ ἐκλέλησμαι Δημητρίου, ἃ δʼ οὔπω ἴστε, δίειμι, διείρων ἀπὸ τῆς προρρήσεως καὶ τοῦ γυμνὸς ἐσελθεῖν. διῄει δὲ καὶ τοὺς ἑαυτοῦ λόγους καὶ ἐπὶ πᾶσι τὸ οὐ γάρ με κτενέεις καὶ τὸ ἀπελθεῖν τῆς κρίσεως, ὡς ἀπῆλθε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme