Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 8

13 τότε ἀναβοήσας Δημήτριος ἐγὼ μὲν ᾤμην σεσωσμένον ἀφῖχθαί σε, σοὶ δʼ ἀρχὴ κινδύνων ταῦτα, ξυλλήψεται γάρ σε καταγγελλόμενον καὶ πάσης ἀποστροφῆς εἰργόμενον. ὁ δʼ ἐρρῶσθαι τῷ Δημητρίου δέει φράζων εἰ γὰρ καὶ ὑμεῖς εἶπεν ὧδε αὐτῷ εὐάλωτοι ἦτε· ἀλλʼ ὅπως μὲν τἀκείνου νῦν ἔχει, ἐγὼ οἶδα· κολακευόντων γὰρ ἀεὶ λόγων ἀκροατὴς γιγνόμενος νῦν ἐπιπληττόντων ἠκρόαται, ῥήγνυνται δʼ ὑπὸ τῶν τοιούτων αἱ τύραννοι φύσεις καὶ περὶ ταῦτα χολῶσιν. ἐμοὶ δὲ ἀναπαύλης δεῖ γόνυ οὔπω κάμψαντι ἐκ τοῦ ἄθλου. καὶ ὁ Δάμις ἐγώ, Δημήριε, διεκείμην μὲν οὕτως ἔφη πρὸς τὰ τοῦδε τοῦ ἀνδρὸς πράγματα, ὡς καὶ τῆς ὁδοῦ ταύτης ἀπάγειν αὐτόν, ἐφʼ ἧς ἥκει, ξυνεβούλευες δέ που καὶ σὺ ταῦτα, ὡς μὴ ἐς κινδύνους ἑκουσίους τε καὶ χαλεποὺς ἴοι, ἐπεὶ δʼ ἐτύγχανε μὲν δεδεμένος, ὡς ἐμοὶ ἐφαίνετο, ἄπορα δʼ ἡγουμένῳ τὰ περὶ αὐτὸν ἐφʼ ἑαυτῷ ἔφη τὸ λελύσθαι εἶναι καὶ τὸ σκέλος ἐλευθερώσας τοῦ δεσμοῦ ἔδειξε, τότε πρῶτον κατενόησα τοῦ ἀνδρός, θεσπέσιόν τε εἶναι αὐτὸν καὶ κρείσσω τῆς ἡμεδαπῆς σοφίας· ὅθεν, εἰ καὶ χαλεπωτέροις τούτων ἐντύχοιμι, οὐδὲν ἂν δείσαιμι ὑπὸ τούτῳ καὶ κινδυνεύων. ἀλλʼ ἐπειδὴ πλησίον ἑσπέρα, βαδίζωμεν ἐς τὴν καταγωγὴν ἐπιμέλειαν ποιησόμενοι τοῦ ἀνδρός. καὶ ὁ Ἁπολλώνιος ὕπνου ἔφη δέομαι μόνου, τὰ δʼ ἄλλα ἐν ἴσῳ τίθεμαι λόγῳ, κἂν παρῇ τι αὐτῶν, κἂν ἀπῇ. μετὰ ταῦτα εὐξάμενος Ἀπόλλωνι καὶ ἔτι τῷ Ἡλίῳ παρῆλθεν ἐς τὴν οἰκίαν, ἣν ᾤκει ὁ Δημήτριος, καὶ τὼ πόδε ἀπονιψάμενος παρακελευσάμενός τε τοῖς ἀμφὶ τὸν Δάμιν δειπνεῖν, ἐπειδὴ ἄσιτοι αὐτῷ ἐφαίνοντο, ἔρριψεν ἐς τὴν κλίνην ἑαυτὸν καὶ ἐφυμνήσας τῷ ὕπνῳ τὸ Ὁμήρου ἔπος ἐκάθευδεν, ὡς οὐκ ἐπʼ ἀξίοις φροντίσαι τοῖς παροῦσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme