Book 1
13.1
πῶλον δὲ τὸν Ἀκραγαντῖνον Γοργίας σοφιστὴν ἐξεμελέτησε πολλῶν, ὥς φασι, χρημάτων, καὶ γὰρ δὴ καὶ τῶν πλουτούντων ὁ Πῶλος. εἰσὶ δέ, οἵ φασι καὶ τὰ πάρισα καὶ τὰ ἀντίθετα καὶ τὰ ὁμοιοτέλευτα Πῶλον εὑρηκέναι πρῶτον, οὐκ ὀρθῶς λέγοντες, τῇ γὰρ τοιᾷδε ἀγλαίᾳ τοῦ λόγου Πῶλος εὑρημένῃ κατεχρήσατο, ὅθεν ὁ Πλάτων διαπτύων αὐτὸν ἐπὶ τῇ φιλοτιμίᾳ ταύτῃ φησίν· ὦ λῷστε Πῶλε, ἵνα σε προσείπω κατὰ σέ.
ιδ
14.1
οἱ δὲ καὶ Θρασύμαχον τὸν Καλχηδόνιον ἐν σοφισταῖς γράφοντες δοκοῦσί μοι παρακούειν Πλάτωνος ταὐτὸν εἶναι λέοντα ξυρεῖν καὶ συκοφαντεῖν Θρασύμαχον· δικογραφίαν γὰρ αὐτῷ προφέροντός ἐστί που ταῦτα καὶ τὸ ἐν δικαστηρίοις συκοφαντοῦντα τρίβεσθαι.
ιε
15.1
Ἀντιφῶντα δὲ τὸν Ῥαμνούσιον οὐκ οἶδʼ, εἴτε χρηστὸν δεῖ προσειπεῖν, εἴτε φαῦλον. χρηστὸς μὲν γὰρ προσειρήσθω διὰ τάδε· ἐστρατήγησε πλεῖστα, ἐνίκησε πλεῖστα, ἑξήκοντα τριήρεσι πεπληρωμέναις ηὔξησεν Ἀθηναίοις τὸ ναυτικόν, ἱκανώτατος ἀνθρώπων ἔδοξεν εἰπεῖν τε καὶ γνῶναι· διὰ μὲν δὴ ταῦτα ἐμοί τε ἐπαινετέος καὶ ἑτέρῳ. κακὸς δʼ ἂν εἰκότως διὰ τάδε φαίνοιτο· κατέλυσε τὴν δημοκρατίαν, ἐδούλωσε τὸν Ἀθηναίων δῆμον, ἐλακώνισε κατʼ ἀρχὰς μὲν ἀφανῶς, ὕστερον δʼ ἐπιδήλως, τυράννων τετρακοσίων δῆμον ἐπαφῆκε τοῖς Ἀθηναίων πράγμασιν.