Thesauros Literature biography Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν Philostratus the Athenian 2nd/3rd cent

Book 1

15.3 ἀπέθανε μὲν οὖν περὶ Σικελίαν ὑπὸ Διονυσίου τοῦ τυράννου, τὰς δʼ αἰτίας, ἐφʼ αἷς ἀπέθανεν, Ἀντιφῶντι μᾶλλον ἢ Διονυσίῳ προσγράφομεν· διεφαύλιζε γὰρ τὰς τοῦ Διονυσίου τραγῳδίας, ἐφʼ αἷς ὁ Διονύσιος ἐφρόνει μεῖζον ἢ ἐπὶ τῷ τυραννεύειν, σπουδάζοντος δὲ τοῦ τυράννου περὶ εὐγενείας χαλκοῦ καὶ ἐρομένου τοὺς παρόντας, τίς ἤπειρος ἢ νῆσος, ἣ τὸν ἄριστον χαλκὸν φύει, παρατυχὼν ὁ Ἀντιφῶν τῷ λόγῳἐγὼ ἄριστον ἔφη οἶδα τὸν Ἀθήνησιν, οὗ γεγόνασιν Ἁρμοδίου καὶ Ἀριστογείτονος εἰκόνες. ἐπὶ μὲν δὴ τούτοις ἀπέθανεν, ὡς ὑφέρπων τὸν Διονύσιον καὶ τρέπων ἐπʼ αὐτὸν τοὺς Σικελιώτας. ἥμαρτε δὲ ὁ Ἀντιφῶν πρῶτον μὲν τυράννῳ προσκρούων, ὑφʼ ᾧ ζῆν ᾕρητο μᾶλλον ἢ οἴκοι δημοκρατεῖσθαι, ἔπειτα Σικελιώτας μὲν ἐλευθερῶν, Ἀθηναίους δὲ δουλούμενος. καὶ μὴν καὶ τοῦ τραγῳδίαν ποιεῖν ἀπάγων τὸν Διονύσιον ἀπῆγεν αὐτὸν τοῦ ῥᾳθυμεῖν, αἱ γὰρ τοιαίδε σπουδαὶ ῥᾴθυμοι, καὶ οἱ τύραννοι δὲ αἱρετώτεροι τοῖς ἀρχομένοις ἀνειμένοι μᾶλλον ἢ ξυντείνοντες, εἰ γὰρ ἀνήσουσιν, ἧττον μὲν ἀποκτενοῦσιν, ἧττον δὲ δράσονταί τε καὶ ἁρπάσονται, τύραννος δὲ τραγῳδίαις ἐπιτιθέμενος ἰατρῷ εἰκάσθω νοσοῦντι μέν, ἑαυτὸν δὲ θεραπεύοντι· αἱ γὰρ μυθοποιίαι καὶ αἱ μονῳδίαι καὶ οἱ ῥυθμοὶ τῶν χορῶν καὶ ἡ τῶν ἠθῶν μίμησις, ὧν ἀνάγκη τὰ πλείω χρηστὰ φαίνεσθαι, μεταβάλλει τοὺς τυράννους τοῦ ἀπαραιτήτου καὶ σφοδροῦ, καθάπερ αἱ φαρμακοποσίαι τὰς νόσους. ταῦτα μὴ κατηγορίαν Ἀντιφῶντος, ἀλλὰ ξυμβουλίαν ἐς πάντας ἡγώμεθα τοῦ μὴ ἐκκαλεῖσθαι τὰς τυραννίδας, μηδὲ ἐς ὀργὴν ἄγειν ἤθη ὠμά.
15.4 λόγοι δʼ αὐτοῦ δικανικοὶ μὲν πλείους, ἐν οἷς ἡ δεινότης καὶ πᾶν τὸ ἐκ τέχνης ἔγκειται, σοφιστικοὶ δὲ καὶ ἕτεροι μέν, σοφιστικώτερος δὲ ὁ ὑπὲρ τῆς ὁμονοίας, ἐν ᾧ γνωμολογίαι τε λαμπραὶ καὶ φιλόσοφοι σεμνή τε ἀπαγγελία καὶ ἐπηνθισμένη ποιητικοῖς ὀνόμασι καὶ τὰ ἀποτάδην ἑρμηνευόμενα παραπλήσια τῶν πεδίων τοῖς λείοις.

ις

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme