Book 1
18.1
περὶ δὲ Αἰσχίνου τοῦ Ἀτρομήτου, ὅν φαμεν τῆς δευτέρας σοφιστικῆς ἄρξαι, τάδε χρὴ ἐπεσκέφθαι· ἡ Ἀθήνησι δημαγωγία διειστήκει πᾶσα, καὶ οἱ μὲν βασιλεῖ ἐπιτήδειοι ἦσαν, οἱ δὲ Μακεδόσιν, ἐφέροντο δὲ ἄρα τὴν πρώτην τῶν μὲν βασιλεῖ χαριζομένων ὁ Παιανιεὺς Δημοσθένης, τῶν δὲ ἐς Φίλιππον ὁρώντων ὁ Κοθωκίδης Αἰσχίνης, καὶ χρήματα παρʼ ἀμφοῖν ἐφοίτα σφίσι, βασιλέως μὲν ἀσχολοῦντος δι’ Ἀθηναίων Φίλιππον τὸ μὴ ἐπὶ Ἀσίαν ἐλάσαι, Φιλίππου δὲ πειρωμένου διαλύειν τὴν ἰσχὺν Ἀθηναίων, ὡς ἐμπόδισμα τῆς διαβάσεως. διαφορᾶς δʼ ἦρξεν Αἰσχίνῃ καὶ Δημοσθένει καὶ αὐτὸ μὲν τὸ ἄλλον ἄλλῳ βασιλεῖ πολιτεύειν, ὡς δʼ ἐμοὶ φαίνεται, τὸ ἐναντίως ἔχειν καὶ τῶν ἠθῶν, ἐξ ἠθῶν γὰρ ἀλλήλοις ἀντιξόων φύεται μῖσος αἰτίαν οὐκ ἔχον. ἀντιξόω δʼ ἤστην καὶ διὰ τάδε· ὁ μὲν Αἰσχίνης φιλοπότης τε ἐδόκει καὶ ἡδὺς καὶ ἀνειμένος καὶ πᾶν τὸ ἐπίχαρι ἐκ Διονύσου ᾑρηκώς, καὶ γὰρ δὴ καὶ τοῖς βαρυστόνοις ὑποκριταῖς τὸν ἐν μειρακίῳ χρόνον ὑπετραγῴδησεν, ὁ δʼ αὖ συννενοφώς τε ἐφαίνετο καὶ βαρὺς τὴν ὀφρὺν καὶ ὕδωρ πίνων, ὅθεν ἐν δυσκόλοις τε καὶ δυστρόποις ἐνεγράφετο, καὶ πολλῷ πλέον, ἐπειδὴ πρεσβεύοντε ξὺν ἑτέροις παρὰ τὸν Φίλιππον καὶ ὁμοδιαίτω ὄντε ὁ μὲν διακεχυμένος τε καὶ ἡδὺς ἐφαίνετο τοῖς συμπρέσβεσιν, ὁ δὲ κατεσκηκώς τε καὶ ἀεὶ σπουδάζων. ἐπέτεινε δὲ αὐτοῖς τὴν διαφορὰν ὁ ὑπὲρ Ἀμφιφόλεως ἐπὶ τοῦ Φιλίππου λόγος, ὅτε δὴ ἐξέπεσε μὲν τοῦ λόγου ὀ Δημοσθένης, ὁ δʼ Αἰσχίνης οὐδὲ τῶν ἀποβεβλημένων ποτὲ τὴν ἀσπίδα ἐνθυμουμένῳ τὸ ἐν Ταμύναις ἔργον, ἐν ᾧ Βοιωτοὺς ἐνίκων Ἀθηναῖοι· ἀριστεῖα τούτου δημοσίᾳ ἐστεφανοῦτο τά τε ἄλλα καὶ χρησάμενος ἀμηχάνῳ τάχει περὶ τὰ εὐαγγέλια τῆς νίκης.