Thesauros Literature biography Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν Philostratus the Athenian 2nd/3rd cent

Book 1

20.1 Ἰσαῖος δὲ ὁ σοφιστὴς ὁ Ἀσσύριος τὸν μὲν ἐν μειρακίῳ χρόνον ἡδοναῖς ἐδεδώκει, γαστρός τε γὰρ καὶ φιλοποσίας ἥττητο καὶ λεπτὰ ἠμπίσχετο καὶ θαμὰ ἤρα καὶ ἀπαρακαλύπτως ἐκώμαζεν, ἐς δὲ ἄνδρας ἥκων οὕτω τι μετέβαλεν, ὡς ἕτερος ἐξ ἑτέρου νομισθῆναι, τὸ μὲν γὰρ φιλόγελων ἐπιπολάζειν αὐτῷ δοκοῦν ἀφεῖλε καὶ προσώπου καὶ γνώμης, λυρῶν τε καὶ αὐλῶν κτύποις οὐδʼ ἐπὶ σκηνῆς ἔτι παρετύγχανεν, ἀπέδυ δὲ καὶ τὰ λῄδια καὶ τὰς τῶν ἐφεστρίδων βαφὰς καὶ τράπεζαν ἐκόλασε καὶ τὸ ἐρᾶν μετέθηκεν, ὥσπερ τοὺς προτέρους ὀφθαλμοὺς ἀποβαλών· Ἄρδυος γοῦν τοῦ ῥήτορος ἐρομένου αὐτόν, εἰ ἡ δεῖνα αὐτῷ καλὴ φαίνοιτο, μάλα σωφρόνως ὁ Ἰσαῖος πέπαυμαι εἶπεν ὀφθαλμιῶν. ἐρομένου δὲ αὐτὸν ἑτέρου, τίς ἄριστος τῶν ὀρνίθων καὶ τῶν ἰχθύων ἐς βρῶσιν, πέπαυμαι ἔφη ὁ Ἰσαῖος ταῦτα σπουδάζων, ξυνῆκα γὰρ τοὺς Ταντάλου κήπους τρυγῶν, ἐνδεικνύμενος δήπου τῷ ἐρομένῳ ταῦτα, ὅτι σκιὰ παὶ ὀνείρατα αἱ ἡδοναὶ πᾶσαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme