Book 1
20.2
τῷ δὲ Μιλησίῳ Διονυσίῳ ἀκροατῇ ὄντι τὰς μελέτας ξὺν ᾠδῇ ποιουμένῳ ἐπιπλήττων ὀ Ἰσαῖος μειράκιον ἔφη Ἰωνικόν, ἐγὼ δέ σε ᾅδειν οὐκ ἐπαίδευσα. νεανίσκου δὲ Ἰωνικοῦ θαυμάζοντος πρὸς αὐτὸν τὸ τοῦ Νικήτου μεγαλοφώνως ἐπὶ τοῦ Ξέρξου εἰρημένον ἐκ τῆς βασιλείου νεὼς Αἴγιναν ἀναδησώμεθα καταγελάσας πλατὺ ὁ Ἰσαῖος ἀνόητε, εἶπεν, καὶ πῶς ἀναχθήσῃ; τάς δὲ μελέτας οὐκ αὐτοσχεδίους ἐποιεῖτο, ἀλλʼ ἐπεσκεμμένας τὸν ἐξ ἕω ἐς μεσημβρίαν καιρόν. ἰδέαν δʼ ἐπήσκησε λόγων οὔτʼ ἐπιβεβλημένην, οὔτʼ αὖον, ἀλλʼ ἀπέριττον καὶ κατὰ φύσιν καὶ ἀποχρῶσαν τοῖς πράγμασιν. καὶ τὸ βραχέως ἑρμηνεύειν, τοῦτό τε καὶ πᾶσαν ὑπόθεσιν συνελεῖν ἐς βραχὺ Ἰσαίου εὕρημα, ὡς ἐν πλείοσι μὲν ἑτέροις, μάλιστα δὲ ἐν τοῖσδε ἐδηλώθη· τοὺς μὲν γὰρ Λακεδαιμονίους ἀγωνιζόμενος τοὺς βουλευομένους περὶ τοῦ τείχους ἀπὸ τῶν Ὁμήρου ἐβραχυλόγησε τοσοῦτον· ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ· οὕτω στῆτέ μοι, Λακεδαιμόνιοι, καὶ τετειχίσμεθα. κατηγορῶν δὲ τοῦ Βυζαντίου Πύθωνος, ὡς δεθέντος μὲν ἐκ χρησμῶν ἐπὶ προδοσίᾳ, κεκριμένης δὲ τῆς προδοσίας, ὡς ἀνέζευξεν ὁ Φίλιππος, ξυνέλαβε τὸν ἀγῶνα τοῦτον ἐς τρεῖς ἐννοίας, ἔστι γὰρ τὰ εἰρημένα ἐν τρισὶ τούτοις· ἐλέγχω Πύθωνα προδεδωκότα τῷ χρήσαντι θεῷ, τῷ δήσαντι δήμῳ, τῷ ἀναζεύξαντι Φιλίππῳ, ὁ μὲν γὰρ οὐκ ἂν ἔχρησεν, εἰ μή τις ἦν, ὁ δὲ οὐκ ἂν ἔδησεν, εἰ μὴ τοιοῦτος ἦν, ὁ δὲ οὐκ ἂν ἀνέζευξεν, εἰ μὴ διʼ ὃν ἦλθεν, οὐχ εὗρ εν.
κα