Book 1
praef
Δεινότητα δὲ οἱ Ἀθηναῖοι περὶ τοὺς σοφιστὰς ὁρῶντες ἐξεῖργον αὐτοὺς τῶν δικαστηρίων, ὡς ἀδίκῳ λόγῳ τοῦ δικαίου κρατοῦντας καὶ ἰσχύοντας παρὰ τὸ εὐθύ, ὅθεν Αἰσχίνης καὶ Δημοσθένης προὔφερον μὲν αὐτὸ ἀλλήλοις, οὐχ ὡς ὄνειδος δέ, ἀλλὰ ὡς διαβεβλημένον τοῖς δικάζουσιν, ἰδίᾳ γὰρ ἠξίουν ἀπʼ αὐτοῦ θαυμάζεσθαι. καὶ Δημοσθένης μέν, εἰ πιστέα Αἰσχίνῃ, πρὸς τοὺς γνωρίμους ἐκόμπαζεν, ὡς τὴν τῶν δικαστῶν ψῆφον πρὸς τὸ δοκοῦν ἑαυτῷ μεταγαγών, Αἰσχίνης δὲ οὐκ ἄν μοι δοκεῖ πρεσβεῦσαι παρὰ Ῥοδίοις, ἃ μήπω ἐγίγνωσκον, εἰ μὴ καὶ Ἀθήνησιν αὐτὰ ἐσπουδάκει.
praef
σοφιστὰς δὲ οἱ παλαιοὶ ἐπωνόμαζον οὐ μόνον τῶν ῥητόρων τοὺς ὑπερφωνοῦντάς τε καὶ λαμπρούς, ἀλλὰ καὶ τῶν φιλοσόφων τοὺς ξὺν εὐροίᾳ ἑρμηνεύοντας, ὑπὲρ ὧν ἀνάγκη προτέρων λέγειν, ἐπειδὴ οὐκ ὄντες σοφισταί, δοκοῦντες δὲ παρῆλθον ἐς τὴν ἐπωνυμίαν ταύτην.
α
1.1
Εὔδοξος μὲν γὰρ ὁ Κνίδιος τοὺς ἐν Ἀκαδημίᾳ λόγους ἱκανῶς ἐκφροντίσας ὅμως ἐνεγράφη τοῖς σοφισταῖς ἐπὶ τῷ κόσμῳ τῆς ἀπαγγελίας καὶ τῷ σχεδιάζειν εὖ, καὶ ἠξιοῦτο τῆς τῶν σοφιστῶν ἐπωνυμίας καθʼ Ἑλλήσποντον καὶ Προποντίδα κατά τε· Μέμφιν καὶ τὴν ὑπὲρ Μέμφιν Αἴγυπτον, ἣν Αἰθιοπία τε ὁρίζει καὶ τῶν ἐκείνῃ σοφῶν οἱ Γυμνοί.
β