Thesauros Literature biography Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν Philostratus the Athenian 2nd/3rd cent

Book 1

21.6 βασίλειοι δὲ αὐτοῦ πρεσβεῖαι πολλαὶ μέν, καὶ γάρ τις καὶ ἀγαθὴ τύχη ξυνηκολούθει πρεσβεύοντι, ἀρίστη δὲ ἡ ὑπὲρ τῶν ἀμπέλων· οὐ γὰρ ὑπὲρ Σμυρναίων μόνων, ὥσπερ αἱ πλείους, ἀλλʼ ὑπὲρ τῆς Ἀσίας ὁμοῦ πάσης ἐπρεσβεύθη. τὸν δὲ νοῦν τῆς πρεσβείας ἐγὼ δηλώσω· ἐδόκει τῷ βασιλεῖ μὴ εἶναι τῇ Ἀσίᾳ ἀμπέλους, ἐπειδὴ ἐν οἴνῳ στασιάζειν ἔδοξαν, ἀλλʼ ἐξῃρῆσθαι μὲν τὰς ἤδη πεφυτευμένας, ἄλλας δὲ μὴ φυτεύειν ἔτι. ἔδει δὴ πρεσβείας ἀπὸ τοῦ κοινοῦ καὶ ἀνδρός, ὃς ἔμελλεν ὥσπερ Ὀρφεύς τις ἢ Θάμυρις ὑπὲρ αὐτῶν θέλξειν. αἱροῦνται τοίνυν Σκοπελιανὸν πάντες, ὁ δʼ οὕτω τι ἐκ περιουσίας ἐκράτει τὴν πρεσβείαν, ὡς μὴ μόνον τὸ ἐξεῖναι φυτεύειν ἐπανελθεῖν ἔχων, ἀλλὰ καὶ ἐπιτίμια κατὰ τῶν μὴ φυτευόντων. ὡς δὲ ηὐδοκίμησε τὸν ἀγῶνα τὸν ὑπὲρ τῶν ἀμπέλων, δηλοῖ μὲν καὶ τὰ εἰρημένα, ὁ γὰρ λόγος ἐν τοῖς θαυμασιωτάτοις, δηλοῖ δὲ καὶ τὰ ἐπὶ τῷ λόγῳ, δώρων τε γὰρ ἐπʼ αὐτῷ ἔτυχεν, ἃ νομίζεται παρὰ βασιλεῖ, πολλῶν τε προσρήσεών τε καὶ ἐπαίνων, νεότης τε αὐτῷ λαμπρὰ ξυνηκολούθησεν ἐς Ἰωνίαν σοφίας ἐρῶντες.
21.7 ἐπεὶ δὲ Ἀθήνησιν ἐγένετο, ποιεῖται αὐτὸν ξένον ὁ Ἡρώδου τοῦ σοφιστοῦ πατὴρ Ἀττικὸς θαυμάζων ἐπὶ ῥητορικῇ μᾶλλον ἢ τὸν Γοργίαν ποτὲ Θετταλοί. ὁπόσοι γοῦν τῶν πάλαι ῥητόρων ἑρμαῖ ἦσαν ἐν τοῖς τῆς οἰκίας δρόμοις, ἐκέλευε τούτους βάλλεσθαι λίθοις, ὡς διεφθορότας αὐτῷ τὸν υἱόν. μειράκιον μὲν δὴ ἐτύγχανεν ὢν ὁ Ἡρώδης τότε καὶ ὑπὸ τῷ πατρὶ ἔτι, τοῦ δὲ αὐτοσχεδιάζειν ἤρα μόνου, οὐ μὴν ἐθάρρει γε αὐτό, οὐδὲ γὰρ τῷ Σκοπελιανῷ ξυγγεγονὼς ἦν ἐς ἐκεῖνό πω τοῦ χρόνου, οὐδʼ ἥτις ἡ τῶν αὐτοσχεδίων ὁρμὴ γιγνώσκων, ὅθεν ἀσμένῳ οἱ ἐγένετο ἡ ἐπιδημία τοῦ ἀνδρός· ἐπειδὴ γὰρ λέγοντος ἤκουσε καὶ διατιθεμένου τὸν αὐτοσχέδιον, ἐπτερώθη ὑπʼ αὐτοῦ καὶ ἡτοιμάσθη, καὶ τὸν πατέρα δὲ ἧσαι διανοηθεὶς ἀπαγγέλλει οἱ μελέτην ἐς τὴν ἰδέαν τοῦ ξένου. ὁ πατὴρ δὲ ἠγάσθη τε αὐτὸν τῆς μιμήσεως καὶ πεντακόσια. ἔδωκεν αὐτῷ τάλαντα, ἔδωκε δὲ καὶ αὐτῷ τῷ Σκοπελιανῷ πεντεκαίδεκα, ὁ δέ, ὅσαπερ ὁ πατήρ, τοσαῦτα ἀπὸ τῆς ἑαυτοῦ δωρεᾶς προσέδωκεν αὐτῷ, ἔτι καὶ διδάσκαλον ἑαυτοῦ προσειπών. τουτὶ δὲ συνιέντι Ἡρώδου καὶ τῶν τοῦ Πακτωλοῦ πηγῶν ἥδιον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme