Book 1
21.8
τὴν δὲ εὐτυχίαν, ᾗ περὶ τὰς πρεσβείας ἐχρῆτο, ξυμβάλλειν ἐστὶ καὶ τοῖσδε· ἔδει μὲν γὰρ τοῖς Σμυρναίοις τοῦ πρεσβεύσοντος ὑπὲρ αὐτῶν ἀνδρός, ἡ πρεσβεία δὲ ἦν ὑπὲρ τῶν μεγίστων. ὁ μὲν δὴ ἐγήρασκεν ἤδη καὶ τοῦ ἀποδημεῖν ἐξώρως εἶχεν, ἐχειροτονεῖτο δὲ ὁ Πολέμων οὔπω πεπρεσβευκὼς πρότερον. εὐξάμενος οὖν ὑπὲρ τῆς ἀγαθῆς τύχης ἐδεῖτο γενέσθαι οἱ τὴν τοῦ Σκοπελιανοῦ πειθώ, καὶ περιβαλὼν αὐτὸν ἐπὶ τῆς ἐκκλησίας δὸς δέ μοι ὤμοιιν τὰ σὰ τεύχεα θωρηχθῆναι, αἴ κʼ ἐμὲ σοὶ ἴσκωσι, μάλα ἀστείως ὁ Πολέμων τὰ ἐκ Πατροκλείας ἐπεῖπεν τῷ ἀνδρί. καὶ Ἀπολλώνιος δὲ ὁ Τυανεὺς ὑπερενεγκὼν σοφίᾳ τὴν ἀνθρωπίνην φύσιν τὸν Σκοπελιανὸν ἐν θαυμασίοις τάττει.
κβ
22.1
Διονύσιος δὲ ὁ Μιλήσιος εἴθʼ, ὡς ἔνιοί φασι, πατέρων ἐπιφανεστάτων ἐγένετο, εἴθʼ, ὥς τινες, αὐτὸ τοῦτο ἐλευθέρων, ἀφείσθω τούτου τοῦ μέρους, ἐπειδὴ οἰκείᾳ ἀρετῇ ἐλαμπρύνετο, τὸ γὰρ καταφεύγειν ἐς τοὺς ἄνω ἀποβεβληκότων ἐστὶ τὸν ἐφʼ ἑαυτῶν ἔπαινον. Ἰσαίου δὲ ἀκροατὴς γενόμενος ἀνδρός, ὡς ἔφην, κατὰ φύσιν ἑρμηνεύοντος τουτὶ μὲν ἱκανῶς ἀπεμάξατο καὶ πρὸς τούτῳ τὴν εὐταξίαν τῶν νοημάτων, καὶ γὰρ δὴ καὶ τοῦτο Ἰσαίου. μελιχρότατος δὲ περὶ τὰς ἐννοίας γενόμενος οὐκ ἐμέθυε περὶ τὰς ἡδονάς, ὥσπερ ἔνιοι τῶν σοφιστῶν, ἀλλʼ ἐταμιεύετο λέγων ἀεὶ πρὸς τοὺς γνωρίμους, ὅτι χρὴ τοῦ μέλιτος ἄκρῳ δακτύλῳ, ἀλλὰ μὴ κοίλῃ χειρὶ γεύεσθαι, ὡς ἐν ἅπασι μὲν τοῖς εἰρημένοις δεδήλωται τῷ Διονυσίῳ, λογικοῖς τε καὶ νομικοῖς καὶ ἠθικοῖς ἀγῶσι, μάλιστα δὲ ἐν τῷ ἐπὶ Χαιρωνείᾳ θρήνῳ. διεξιὼν γὰρ τὸν Δημοσθένην τὸν μετὰ Χαιρώνειαν προσάγοντα τῇ βουλῇ ἑαυτὸν ἐς τήνδε τὴν μονῳδίαν τοῦ λόγου ἐτελεύτησεν· ὦ Χαιρώνεια πονηρὸν χωρίον. καὶ πάλιν ὦ αὐτομολήσασα πρὸς τοὺς βαρβάρους Βοιωτία. στενάξατε οἱ κατὰ γῆς ἥρωες, ἐγγὺς Πλαταιῶν νενικήμεθα. καὶ πάλιν ἐν τοῖς κρινομένοις ἐπὶ τῷ μισθοφορεῖν Ἀρκάσιν ἀγορὰ πολέμου πρόκειται καὶ τὰ τῶν Ἑλλήνων κακὰ τὴν Ἀρκαδίαν τρέφει. καὶ ἐπέρχεται πόλεμος αἰτίαν οὐκ ἔχων.