Thesauros Literature biography Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν Philostratus the Athenian 2nd/3rd cent

Book 1

22.2 τοιάδε μὲν ἡ ἐπίπαν ἰδέα τοῦ Διονυσίου, καθʼ ἣν τὰ τῆς μελέτης αὐτῷ προὔβαινεν ἐπισκοπουμένῳ καιρόν, ὅσονπερ ὁ Ἰσαῖος, ὁ δὲ λόγος ὁ περὶ τοῦ Διονυσίου λεγόμενος, ὡς Χαλδαίοις τέχναις τοὺς ὁμιλητὰς τὸ μνημονικὸν ἀναπαιδεύοντος πόθεν εἴρηται, ἐγὼ δηλώσω· τέχναι μνήμης οὔτε εἰσὶν οὔτʼ ἂν γένοιντο, μνήμη μὲν γὰρ δίδωσι τέχνας, αὐτὴ δὲ ἀδίδακτος καὶ οὐδεμιᾷ τέχνῃ ἁλωτός, ἔστι γὰρ πλεονέκτημα φύσεως ἢ τῆς ἀθανάτου ψυχῆς μοῖρα. οὐ γὰρ ἄν ποτε θνητὰ νομισθείη τὰ ἀνθρώπεια, οὐδὲ διδακτά, ἃ ἐμάθομεν, εἰ μνήμη συνεπολιτεύετο ἀνθρώποις, ἣν εἴτε μητέρα δεῖ χρόνου καλεῖν, εἴτε παῖδα, μὴ διαφερώμεθα πρὸς τοὺς ποιητάς, ἀλλʼ ἔστω, ὅ τι βούλονται. πρὸς δὲ τούτοις τίς οὕτως εὐήθης κατὰ τῆς ἑαυτοῦ δόξης ἐν σοφοῖς γραφόμενος, ὡς γοητεύων ἐν μειρακίοις διαβάλλειν καὶ ἃ ὀρθῶς ἐπαιδεύθη; πόθεν οὖν τὸ μνημονικὸν τοῖς ἀκροωμένοις; ἄπληστα τὴν ἡδονὴν ἐδόκει τὰ τοῦ Διονυσίου καὶ πολλάκις ἐπαναλαμβάνειν αὐτὰ ἠναγκάζετο, ἐπειδὴ ξυνίει σφῶν χαιρόντων τῇ ἀκροάσει. οἱ δὴ εὐμαθέστεροι τῶν νέων ἐνετυποῦντο αὐτὰ ταῖς γνώμαις καὶ ἀπήγγελλον ἑτέροις μελέτῃ μᾶλλον ἢ μνήμῃ ξυνειληφότες, ὅθεν μνημονικοί τε ὠνομάζοντο καὶ τέχνην αὐτὸ πεποιημένοι. ἔνθεν ὁρμώμενοί τινες τὰς τοῦ Διονυσίου μελέτας ἐσπερματολογῆσθαί φασιν, ὡς δὴ ἄλλο ἄλλου ξυνενεγκόντων ἐς αὐτάς, ἐν ᾧ ἐβραχυλόγησεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme