Book 1
25.2
Ἐνσπουδάζων δὲ τῇ Σμύρνῃ τάδε αὐτὴν ὤνησεν· πρῶτα μὲν τὴν πόλιν πολυανθρωποτάτην αὑτῆς φαίνεσθαι, νεότητος αὐτῇ ἐπιρρεούσης ἐξ ἠπείρων τε καὶ νήσων οὐκ ἀκολάστου καὶ ξυγκλύδος, ἀλλʼ ἔξειλεγμένης τε καὶ καθαρᾶς Ἑλλάδος, ἔπειτα ὁμονοοῦσαν καὶ ἀστασίαστον πολιτεύειν, τὸν γὰρ πρὸ τοῦ χρόνον ἐστασίαζεν ἡ Σμύρνα καὶ διεστήκεσαν οἱ ἄνω πρὸς τοὺς ἐπὶ θαλάττῃ. πλείστου δὲ ἄξιος τῇ πόλει καὶ τὰ πρεσβευτικὰ ἐγένετο φοιτῶν παρὰ τοὺς αὐτοκράτορας καὶ προαγωνιζόμενος τῶν ἠθῶν. Ἀδριανὸν γοῦν προσκείμενον τοῖς Ἐφεσίοις οὕτω τι μετεποίησε τοῖς Σμυρναίοις, ὡς ἐν ἡμέρᾳ μιᾷ μυριάδας χιλίας ἐπαντλῆσαι αὐτὸν τῇ Σμύρνῃ, ἀφʼ ὧν τά τε τοῦ σίτου ἐμπόρια ἐξεποιήθη καὶ γυμνάσιον τῶν κατὰ τὴν Ἀσίαν μεγαλοπρεπέστατον καὶ νεὼς τηλεφανὴς ὁ ἐπὶ τῆς ἄκρας ἀντικεῖσθαι δοκῶν τῷ Μίμαντι. καὶ μὴν καὶ τοῖς ἁμαρτανομένοις δημοσίᾳ ἐπιπλήττων καὶ κατὰ σοφίαν πλεῖστα νουθετῶν ὠφέλει, ὕβριν τε ὁμοίως ἐξῄρει καὶ ἀγερωχίαν πᾶσαν, τοσούτῳ πλέον, ὅσῳ μηδὲ τοῦ Ἰωνικοῦ ἀπεθίζειν ὠφέλει δὲ κἀκεῖνα δήπου· τὰς δίκας τὰς πρὸς ἀλλήλους οὐκ ἄλλοσέ ποι ἐκφοιτᾶν εἴα, ἀλλʼ οἴκοι ἔπαυεν. λέγω δὲ τὰς ὑπέρ χρημάτων, τὰς γὰρ ἐπὶ μοιχοὺς καὶ ἱεροσύλους καὶ σφαγέας, ὧν ἀμελουμένων ἄγη φύεται, οὐκ ἐξάγειν παρεκελεύετο μόνον, ἀλλὰ καὶ ἐξωθεῖν τῆς Σμύρνης, δικαστοῦ γὰρ δεῖσθαι αὐτὰς ξίφος ἔχοντος. καὶ ἡ αἰτία δέ, ἣν ἐκ τῶν πολλῶν εἶχεν, ὡς ὁδοιποροῦντι αὐτῷ πολλὰ μὲν σκευοφόρα ἕποιτο, πολλοὶ δὲ ἵπποι, πολλοὶ δὲ οἰκέται, πολλὰ δὲ ἔθνη κυνῶν ἄλλα ἐς ἄλλην θήραν, αὐτὸς δὲ ἐπὶ ζεύγους ἀργυροχαλίνου Φρυγίου τινὸς ἢ Κελτικοῦ πορεύοιτο, εὔκλειαν τῇ Σμύρνῃ ἔπραττεν· πόλιν γὰρ δὴ λαμπρύνει μὲν ἀγορὰ καὶ κατασκευὴ μεγαλοπρεπὴς οἰκοδομημάτων, λαμπρύνει δὲ οἰκία εὖ πράττουσα, οὐ γὰρ μόνον δίδωσι πόλις ἀνδρὶ ὄνομα, ἀλλὰ καὶ αὐτὴ ἄρνυται ἐξ ἀνδρός. ἐπεσκοπεῖτο δὲ καὶ τὴν Λαοδίκειαν ὁ Πολέμων θαμίζων ἐς τὸν ἑαυτοῦ οἶκον καὶ δημοσίᾳ ὠφελῶν ὅ τι ἠδύνατο.