Book 1
25.5
τὸ δὲ μεγαλόγνωμον τοῦτο καὶ φρονηματῶδες ἐκ Τιμοκράτους ἔσπασε τοῦ φιλοσόφου, συγγενόμενος αὐτῷ ἥκοντι ἐς Ἰωνίαν ἐτῶν τεττάρων. οὐ χεῖρον δὲ καὶ τὸν Τιμοκράτην δηλῶσαι· ἦν μὲν γὰρ ἐκ τοῦ Πόντου ὁ ἀνὴρ οὗτος καὶ ἦν αὐτῷ πατρὶς Ἡράκλεια τὰ Ἑλλήνων ἐπαινοῦντες, ἐφιλοσόφει δὲ κατʼ ἀρχὰς μὲν τοὺς ἰατρικοὺς τῶν λόγων, εἰδὼς εὖ τὰς Ἱπποκράτους τε καὶ Δημοκρίτου δόξας, ἐπεὶ δὲ ἤκουσεν Εὐφράτου τοῦ Τυρίου, πλήρεσιν ἱστίοις ἐς τὴν ἐκείνου φιλοσοφίαν ἀφῆκεν. ἐπιχολώτερος δὲ οὕτω τι ἦν τοῦ ξυμμέτρου, ὡς ὑπανίστασθαι αὐτῷ διαλεγομένῳ τήν τε γενειάδα καὶ τὰς ἐν τῇ κεφαλῇ χαίτας, ὥσπερ τῶν λεόντων ἐν ταῖς ὁρμαῖς. τῆς δὲ γλώττης εὐφόρως εἶχε καὶ σφοδρῶς καὶ ἑτοίμως, διὸ καὶ τῷ Πολέμωνι πλείστου ἦν ἄξιος ἀσπαζομένῳ τὴν τοιάνδε ἐπιφορὰν τοῦ λόγου. διαφορᾶς γοῦν τῷ Τιμοκράτει πρὸς τὸν Σκοπελιανὸν γενομένης ὡς ἐκδεδωκότα ἑαυτὸν πίττῃ καὶ παρατιλτρίαις διέστη μὲν ἡ ἐνομιλοῦσα νεότης τῇ Σμύρνῃ, ὁ δὲ Πολέμων ἀμφοῖν ἀκροώμενος τῶν τοῦ Τιμοκράτους στασιωτῶν ἐγένετο πατέρα καλῶν αὐτὸν τῆς ἑαυτοῦ γλώττης. ἀπολογούμενος δὲ αὐτῷ καὶ ὑπὲρ τῶν πρὸς Φαβωρῖνον λόγων εὐλαβῶς ὑπέστειλε καὶ ὑφειμένως, ὥσπερ τῶν παίδων οἱ τὰς ἐκ τῶν διδασκάλων πληγάς, εἴ τι ἀτακτήσειαν, δεδιότες.