Book 1
25.10
ἡ δὲ ἰδέα τῶν Πολέμωνος λόγων θερμὴ καὶ ἐναγώνιος καὶ τορὸν ἠχοῦσα, ὥσπερ ἡ Ὀλυμπιακὴ σάλπιγξ, ἐπιπρέπει δὲ αὐτῇ καὶ τὸ Δημοσθενικὸν τῆς γνώμης, καὶ ἡ σεμνολογία οὐχ ὑπτία, λαμπρὰ δὲ καὶ ἔμπνους, ὥσπερ ἐκ τρίποδος. διαμαρτάνουσι μέν̔τοἰ τοῦ ἀνδρὸς φάσκοντες αὐτὸν τὰς μὲν ἐπιφορὰς ἄριστα σοφιστῶν μεταχειρίσασθαι, τὰς δὲ ἀπολογίας ἧττον, ἐλέγχει γὰρ τὸν λόγον τοῦτον ὡς οὐκ ἀληθῆ καὶ ἡ δεῖνα μὲν καὶ ἡ δεῖνα τῶν ὑποθέσεων, ἐν αἷς ἀπολογεῖται, μάλιστα δὲ ὁ Δημοσθένης ὁ τὰ πεντήκοντα τάλαντα ἐξομνύμενος. ἀπολογίαν γὰρ οὕτω χαλεπὴν διαθέμενος ἤρκεσε τῷ λόγῳ ξὺν περιβολῇ καὶ τέχνῃ. τὴν αὐτὴν ὁρῶ διαμαρτίαν καὶ περὶ τοὺς ἡγουμένους αὐτὸν ἐκφέρεσθαι τῶν ἐσχηματισμένων ὑποθέσεων εἰργόμενον τοῦ δρόμου, καθάπερ ἐν δυσχωρίᾳ ἵππον, παραιτούμενόν τε αὐτὰς τὰς Ὁμηρείους γνώμας εἰπεῖν ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀίδαο πύλῃσιν, ὅς χʼ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ, ταῦτα γὰρ ἴσως ἔλεγεν αἰνιττόμενος καὶ παραδηλῶν τὸ δύστροπον τῶν τοιούτων ὑποθέσεων, ἄριστα δὲ κἀκεῖνα ἠγωνίσατο, ὡς δηλοῦσιν ὅ τε μοιχὸς ὁ ἐκκεκαλυμμένος καὶ ὁ Ξενοφῶν ὁ ἀξιῶν ἀποθνήσκειν ἐπὶ Σωκράτει καὶ ὁ Σόλων ὁ αἰτῶν ἀπαλείφειν τοὺς νόμους λαβόντος τὴν φρουρὰν τοῦ Πεισιστράτου καὶ οἱ Δημοσθένεις τρεῖς, ὁ μετὰ Χαιρώνειαν προσάγων ἑαυτὸν καὶ ὁ δοκῶν θανάτου ἑαυτῷ τιμᾶσθαυ ἐπὶ τοῖς Ἁρπαλείοις καὶ ὁ ξυμβουλεύων ἐπὶ τῶν τριήρων φεύγειν ἐπιόντος μὲν Φιλίππου, νόμον δὲ Αἰσχίνου κεκυρωκότος ἀποθνήσκειν τὸν πολέμου μνημονεύσαντα. ἐν γὰρ ταύταις μάλιστα τῶν ὑπʼ αὐτοῦ κατὰ σχῆμα προηγμένων ἡνία τε ἐμβέβληται τῷ λόγῳ καὶ τὸ ἐπαμφότερον αἱ διάνοιαι σώζουσιν.