Book 2
1.13
ἔστι δέ τις λόγος, ὡς νεώτερα μὲν ὁ τὴν ἑῴαν ἐπιτροπεύων Κάσσιος ἐπὶ τὸν Μάρκον βουλεύοι, ὁ δὲ Ἡρώδης ἐπιπλήξειεν αὐτῷ διʼ ἐπιστολῆς ὧδε ξυγκειμένης Ἡρώδης Κασσίῳ· ἐμάνης. τήνδε τὴν ἐπιστολὴν μὴ μόνον ἐπίπληξιν ἡγώμεθα, ἀλλὰ καὶ ῥώμην ἀνδρὸς ὑπὲρ τοῦ βασιλέως τιθεμένου τὰ τῆς γνώμης ὅπλα. ὁ δὲ λόγος, ὃν διῆλθε πρὸς τὸν Ἡρώδην ὁ Δημόστρατος, ἐν θαυμασίοις δοκεῖ. ἰδέα δὲ αὐτοῦ ἡ μὲν τοῦ ἤθους μία, τὸ γὰρ ἐμβριθὲς ἐκ προοιμίων ἐς τέλος διήκει τοῦ λόγου, αἱ δὲ τῆς ἑρμηνείας ἰδέαι πολλαὶ καὶ ἀνόμοιαι μὲν ἀλλήλαις, λόγου δὲ ἄξιαι. ἔστω που καὶ τὸ διʼ Ἡρώδην παρὰ τοῖς βασκάνοις εὐδοκιμεῖν τὸν λόγον, ἐπειδὴ ἀνὴρ τοιοῦτος ἐν αὐτῷ κακῶς ἤκουσεν. ἀλλʼ ὅπως γε καὶ πρὸς τὰς λοιδορίας ἔρρωτο, δηλώσει καὶ τὰ πρὸς τὸν κύνα Πρωτέα λεχθέντα ποτὲ ὑπʼ αὐτοῦ Ἀθήνησιν· ἦν μὲν γὰρ τῶν οὕτω θαρραλέως φιλοσοφούντων ὁ Πρωτεὺς οὗτος, ὡς καὶ ἐς πῦρ ἑαυτὸν ἐν Ὀλυμπίᾳ ῥῖψαι, ἐπηκολούθει δὲ τῷ Ἡρώδῃ κακῶς ἀγορεύων αὐτὸν ἡμιβαρβάρῳ γλώττῃ· ἐπιστραφεὶς οὖν ὁ Ἡρώδης ἔστω, ἔφη κακῶς με ἀγορεύεις, πρὸς τί καὶ οὕτως; ἐπικειμένου δὲ τοῦ Πρωτέως ταῖς λοιδορίαις γεγηράκαμεν ἔφη σὺ μὲν κακῶς με ἀγορεύων, ἐγὼ δὲ ἀκούων ἐνδεικνύμενος δήπου τὸ ἀκούειν μέν, καταγελᾶν δὲ ὑπὸ τοῦ πεπεῖσθαι τὰς ψευδεῖς λοιδορίας μὴ περαιτέρω ἀκοῆς ἥκειν.