Thesauros Literature biography Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν Philostratus the Athenian 2nd/3rd cent

Book 2

ς

6.1 Ἀξιούσθω λόγου καὶ Οὔαρος ὁ ἐκ τῆς Πέργης. Οὐάρῳ πατὴρ μὲν Καλλικλῆς ἐγένετο ἀνὴρ ἐν τοῖς δυνατωτάτοις τῶν Περγαίων, διδάσκαλος δὲ Κοδρατίων ὁ ὕπατος ἀποσχεδιάζων τὰς θετικὰς ὑποθέσεις καὶ τὸν Φαβωρίνου τρόπον σοφιστεύων. πελαργὸν δὲ τὸν Οὔαρον οἱ πολλοὶ ἐπωνόμαζον διὰ τὸ πυρσὸν τῆς ῥινὸς καὶ ῥαμφῶδες, καὶ τοῦτο μὲν ὡς οὐκ ἀπὸ δόξης ἠστείζοντο, ἔξεστι συμβαλεῖν ταῖς εἰκόσιν, αἳ ἀνάκεινται ἐν τῷ τῆς Περγαίας ἱερῷ. ὁ δὲ χαρακτὴρ τοῦ λόγου τοιοῦτος· ἐφʼ Ἑλλήσποντον ἐλθὼν ἵππον αἰτεῖς, ἐπʼ Ἄθω δὲ ἐλθὼν πλεῦσαι θέλεις· οὐκ οἶδας, ἄνθρωπε, τὰς ὁδούς; ἀλλʼ Ἑλλησπόντῳ γῆν ὀλίγην ἐπιβαλὼν ταύτην οἴει σοι μένειν, τῶν ὀρῶν μὴ μενόντων; ἐλέγετο δὲ ἀπαγγέλλειν ταῦτα λαμπρᾷ τῇ φωνῇ καὶ ἠσκημένῃ. ἐτελεύτα μὲν οὖν οἴκοι οὔπω γηράσκων καὶ ἐπὶ παισί, τὸ δὲ ἀπʼ αὐτοῦ γένος εὐδόκιμοι πάντες ἐν τῇ Πέργῃ.

ζ

7.1 Ἑρμογένης δέ, ὃν Ταρσοὶ ἤνεγκαν, πεντεκαίδεκα ἔτη γεγονὼς ἐφʼ οὕτω μέγα προὔβη τῆς τῶν σοφιστῶν δόξης, ὡς καὶ Μάρκῳ βασιλεῖ παρασχεῖν ἔρωτα ἀκροάσεως· ἐβάδιζε γοῦν ἐπὶ τὴν ἀκρόασιν αὐτοῦ ὁ Μάρκος καὶ ἥσθη μὲν διαλεγομένου, ἐθαύμαζε δὲ σχεδιάζοντος, δωρεὰς δὲ λαμπρὰς ἔδωκεν. ἐς δὲ ἄνδρας ἥκων ἀφῃρέθη τὴν ἕξιν ὑπʼ οὐδεμιᾶς φανερᾶς νόσου, ὅθεν ἀστεισμοῦ λόγον παρέδωκε τοῖς βασκάνοις, ἔφασαν γὰρ τοὺς λόγους ἀτεχνῶς καθʼ Ὅμηρον πτερόεντας εἶναι, ἀποβεβληκέναι γὰρ αὐτοὺς τὸν Ἑρμογένην καθάπερ πτερά. καὶ Ἀντίοχος δὲ ὁ σοφιστὴς ἀποσκώπτων ποτὲ ἐς αὐτὸν οὗτος ἔφη Ἑρμογένης, ὁ ἐν παισὶ μὲν γέρων, ἐν δὲ γηράσκουσι παῖς. ἡ δὲ ἰδέα τοῦ λόγου, ἣν ἐπετήδευε, τοιάδε τις ἦν· ἐπὶ γὰρ τοῦ Μάρκου διαλεγόμενος ἰδοὺ ἥκω σοι, ἔφη βασιλεῦ, ῥήτωρ παιδαγωγοῦ δεόμενος, ῥήτωρ ἡλικίαν περιμένων καὶ πλείω ἕτερα διελέχθη καὶ ὧδε βωμόλοχα. ἐτελεύτα μὲν οὖν ἐν βαθεῖ γήρᾳ, εἷς δὲ τῶν πολλῶν νομιζόμενος, κατεφρονήθη γὰρ ἀπολιπούσης αὐτὸν τῆς τέχνης.

η

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme