Book 2
9.1
Ἀριστείδην δὲ τὸν εἴτε Εὐδαίμονος εἴτε Εὐδαίμονα Ἀδριανοὶ μὲν ἤνεγκαν, οἱ δὲ Ἀδριανοὶ πόλις οὐ μεγάλη ἐν Μυσοῖς, Ἀθῆναι δὲ ἤσκησαν κατὰ τὴν Ἡρώδου ἀκμὴν καὶ τὸ ἐν τῇ Ἀσίᾳ Πέργαμον κατὰ τὴν Ἀριστοκλέους γλῶτταν. νοσώδης δὲ ἐκ μειρακίου γενόμενος οὐκ ἠμέλησε τοῦ πονεῖν. τὴν μὲν οὖν ἰδέαν τῆς νόσου καὶ ὅτι τὰ νεῦρα αὐτῷ ἐπεφρίκει, ἐν Ἱεροῖς βιβλίοις αὐτὸς φράζει, τὰ δὲ βιβλία ταῦτα ἐφημερίδων ἐπέχει τινὰ αὐτῷ λόγον, αἱ δὲ ἐφημερίδες ἀγαθαὶ διδάσκαλοι τοῦ περὶ παντὸς εὖ διαλέγεσθαι. ἐπὶ δὲ τὸ σχεδιάζειν μὴ ἑπομένης αὐτῷ τῆς φύσεως ἀκριβείας ἐπεμελήθη καὶ πρὸς τοὺς παλαιοὺς ἐβλεψεν ἱκανῶς τε τῷ γονίμῳ ἴσχυσε κουφολογίαν ἐξελὼν τοῦ λόγου. ἀποδημίαι δὲ Ἀριστείδου οὐ πολλαί, οὔτε γὰρ ἐς χάριν τῶν πολλῶν διελέγετο οὔτε ἐκράτει χολῆς ἐπὶ τοὺς μὴ ξὺν ἐπαίνῳ ἀκροωμένους, ἃ δέ γε ἐπῆλθεν ἔθνη, Ἰταλοί τέ εἰσι καὶ Ἑλλὰς καὶ ἡ πρὸς τῷ Δέλτα κατῳκημένη Αἴγυπτος, οἳ χαλκοῦν ἔστησαν αὐτὸν ἐπὶ τῆς κατὰ τὴν Σμύρναν ἀγορᾶς.